§15.83.1τῶν δὲ Κρητῶν συντόμως τὸ παραγγελθὲν ποιησάντων, παραδόξως οἱ Λακεδαιμόνιοι τὴν ἅλωσιν τῆς πατρίδος ἐξέφυγον·
クレタ人たちが命じられたことを迅速に実行したため、ラケダイモン人たちは思いがけず祖国の陥落を免れた。
μὴ προδηλωθείσης γὰρ τῆς ἐπιθέσεως ἔλαθεν ἂν ὁ Ἐπαμεινώνδας εἰσπεσὼν εἰς τὴν Σπάρτην.
もし攻撃が事前に知らされていなければ、エパメイノンダスは気づかれることなくスパルタに突入していただろうからである。
τὴν μὲν οὖν ἐπίνοιαν τῶν στρατηγῶν ἀμφοτέρων δικαίως ἄν τις ἀποδέξαιτο, συνετωτέραν δὲ στρατηγίαν τὴν τοῦ Λάκωνος ἡγήσαιτο.
それゆえ、両将軍の企図を人は正当に賞賛するであろうが、ラコニア人の指揮のほうを、より賢明なものと見なすであろう。
§15.83.2οὐ μὴν ἀλλʼ ὁ Ἐπαμεινώνδας ὅλην τὴν νύκτα διαγρυπνήσας καὶ τὸ διάστημα τῆς ὁδοῦ κατὰ σπουδὴν διανύσας ἅμʼ ἡμέρᾳ προσῆγε τῇ Σπάρτῃ.
しかしながら、エパメイノンダスは一晩中眠らずに過ごし、急いでその道のりを踏破して、夜明けとともにスパルタに接近した。
ὁ δʼ ἐπὶ τῆς φυλακῆς ἀπολελειμμένος Ἀγησίλαος ὀλίγῳ πρότερον χρόνῳ τῶν Κρητῶν ἀκούσας τὰ κατὰ μέρος, εὐθὺς μετὰ πολλῆς σπουδῆς τὴν ἐπιμέλειαν ἐποιήσατο τῆς πόλεως.
一方、留守の警備を任されていたアゲシラオスは、少し前にクレタ人たちから事の次第を詳細に聞いており、直ちに大きな熱意をもって都市の防備を整えた。
§15.83.3τοὺς μὲν οὖν πρεσβυτάτους τῶν παίδων καὶ τοὺς γεγηρακότας ἐπὶ τὰ στέγη τῶν οἰκιῶν ἀνεβίβασε, καὶ προσέταξεν ἀπὸ τούτων ἀμύνασθαι τοὺς εἰς τὴν πόλιν βιαζομένους, αὐτὸς δὲ τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις συντάξας διεμέρισεν εἰς τὰς πρὸ τῆς πόλεως δυσχωρίας καὶ παρόδους, καὶ πάντας τοὺς δυναμένους τόπους δέξασθαι δίοδον ἐμφράξας ἀνέμενε τὴν τῶν πολεμίων ἔφοδον.
そこで彼は、少年たちのうちで最も年長な者たちと老人たちを民家の屋根の上に登らせ、そこから市内に押し入ろうとする者たちを防戦するよう命じた。 彼自身は、血気盛んな年齢の者たちを整列させて、都市の手前にある難所や通路に配置し、通路となり得るすべての場所を塞いで、敵の襲撃を待ち受けた。
§15.83.4Ἐπαμεινώνδας δʼ εἰς πλείω μέρη διελόμενος τοὺς στρατιώτας, καὶ πάντῃ προσπίπτων κατὰ τὸν αὐτὸν καιρόν, ὡς εἶδε τὴν τῶν Σπαρτιατῶν σύνταξιν, εὐθὺς ἔγνω μεμηνυμένην τὴν πρᾶξιν·
エパメイノンダスは兵士たちをいくつかの部隊に分割し、同時にあらゆる方向から攻撃を仕掛けたが、スパルタ人の陣形を見るや、計画が漏洩していることを直ちに知った。
ὅμως δὲ προσμαχόμενος πᾶσι κατὰ μέρος καὶ ταῖς δυσχωρίαις ἐλαττούμενος συνῆπτεν εἰς χεῖρας.
それでもなお、彼はあらゆる箇所で次々と攻撃を加え、地形の不利に悩まされながらも、白兵戦を挑んだ。
§15.83.5πολλὰ δὲ παθὼν καὶ δράσας οὐκ ἀπέστη τῆς φιλοτιμίας, ἕως τὸ στράτευμα τῶν Λακεδαιμονίων ἐπανῆλθεν εἰς τὴν Σπάρτην·
多くの損害を被り、また与えながらも、彼はラケダイモン人の軍勢がスパルタに帰還するまで、その功名心を捨てることはなかった。
πολλῶν δὲ βοηθούντων τοῖς πολιορκουμένοις, καὶ τῆς νυκτὸς καταλαβούσης, ἔλυσε τὴν πολιορκίαν.
しかし、包囲されている者たちに多くの者が加勢し、さらに夜が訪れたため、彼は包囲を解いた。