§15.82.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Χαρικλείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Σέξτιος Λατερίας.
この年が過ぎると、アテナイではカリクレイデスがアルコンに就任し、ローマではルキウス・アエミリウス・マメルクスとルキウス・セクスティウス・ラテラヌスが執政官に任命された。
ἐπὶ δὲ τούτων Ἀρκάδες μετὰ Πισαίων κοινῇ τεθεικότες ὑπῆρχον τὸν ἀγῶνα τῶν Ὀλυμπίων, καὶ ἐκυρίευον τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ χρημάτων.
彼らの執政期において、アルカディア人たちはピサ人たちと共同でオリンピアの競技会を催しており、その神殿とそこにある財宝を支配していた。
τῶν δὲ Μαντινέων ἀναλαβόντων εἰς τοὺς ἰδίους βίους οὐκ ὀλίγα τῶν ἀναθημάτων ἔσπευδον οἱ παρανομήσαντες διακατέχειν τὸν πρὸς Ἠλείους πόλεμον, ἵνα μὴ δῶσιν ἐν εἰρήνῃ λόγον τῶν ἀναλωθέντων.
しかし、マンティネイア人たちが自分たち自身の資力によって奉納品の少なからぬ部分を引き受けたため、法を犯した者たちは、平和な時に消費した財産の釈明を求められないよう、エリス人との戦争を維持しようと急いだ。
§15.82.2τῶν δὲ ἄλλων Ἀρκάδων βουλομένων συνθέσθαι τὴν εἰρήνην, στάσεις ἐκίνησαν πρὸς τοὺς ὁμοεθνεῖς.
他のアルカディア人たちが和平を結ぶことを望んだのに対し、彼らは同胞たちに対して内紛を引き起こした。
γενομένων οὖν δυεῖν ἑταιριῶν, συνέβαινε τῆς μὲν τοὺς Τεγεάτας, τῆς δὲ τοὺς Μαντινεῖς ἡγεῖσθαι.
こうして二つの派閥が生じ、一方をテゲア人が、他方をマンティネイア人が率いることとなった。
§15.82.3ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς αὐξηθείσης εἰς τὴν διὰ τῶν ὅπλων κρίσιν κατήντησαν, καὶ Τεγεᾶται μὲν πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν ἑαυτοῖς βοηθεῖν, οἱ δὲ Βοιωτοὶ στρατηγὸν ἐπιστήσαντες Ἐπαμεινώνδαν καὶ δύναμιν ἀξιόλογον δόντες ἐξαπέστειλαν βοηθῆσαι τοῖς Τεγεάταις.
争いが大きく増大したため、彼らは武力による決着に至った。 そしてテゲア人たちはボイオティア人たちのもとに使節を送って自分たちを援助するよう説得し、ボイオティア人たちはエパメイノンダスを将軍に任命し、相当な軍勢を与えて、テゲア人たちを援助するために派遣した。
§15.82.4οἱ δὲ Μαντινεῖς τὴν ἐκ τῆς Βοιωτίας δύναμιν καὶ τὴν Ἐπαμεινώνδου δόξαν καταπλαγέντες, πρὸς τοὺς ἐχθροτάτους τῶν Βοιωτῶν Ἀθηναίους καὶ Λακεδαιμονίους πρέσβεις ἐκπέμψαντες ἔπεισαν συμμαχεῖν.
一方、マンティネイア人たちはボイオティアからの軍勢とエパメイノンダスの名声に恐れをなし、ボイオティア人の最も宿敵であるアテナイ人とラケダイモン人のもとに使節を送って同盟を結ぶよう説得した。
ὧν ἀμφοτέρων ἁδρὰς δυνάμεις ταχέως ἀποστειλάντων, ἀγῶνες πολλοὶ καὶ μεγάλοι κατὰ τὴν Πελοπόννησον συνέστησαν.
これら両者が迅速に強力な軍勢を派遣したため、ペロポネソス地方において多くの大きな戦いが引き起こされた。
§15.82.5εὐθὺς οὖν Λακεδαιμόνιοι μὲν πλησίον οἰκοῦντες ἐστράτευσαν εἰς τὴν Ἀρκαδίαν, Ἐπαμεινώνδας δὲ κατὰ τοῦτον τὸν καιρὸν μετὰ τῆς δυνάμεως προϊὼν καὶ τῆς Μαντινείας οὐ μακρὰν ἀπέχων ἐπύθετο παρὰ τῶν ἐγχωρίων, ὅτι Λακεδαιμόνιοι πανδημεὶ πορθοῦσι τὴν τῶν Τεγεατῶν χώραν.
そこで直ちに、近くに住むラケダイモン人たちはアルカディアへと遠征した。 一方エパメイノンダスは、この時期に軍勢を率いて進軍しており、マンティネイアから遠くないところに達したとき、地元の者たちから、ラケダイモン人たちが総出でテゲア人の領土を略奪しているということを知らされた。
§15.82.6ὑπολαβὼν οὖν ἔρημον εἶναι στρατιωτῶν τὴν Σπάρτην, ἐπεβάλετο μὲν μέγα τι πρᾶξαι, τὴν δὲ τύχην ἔσχεν ἀντιπράττουσαν.
そこで彼は、スパルタが兵士たちによってもぬけの殻になっていると考え、大いなる企てをなそうとしたが、運命がこれに敵対した。
αὐτὸς μὲν γὰρ νυκτὸς ὥρμησεν ἐπὶ τὴν Σπάρτην, ὁ δὲ βασιλεὺς τῶν Λακεδαιμονίων Ἆγις ὑποπτεύσας τὴν ἀγχίνοιαν τὴν Ἐπαμεινώνδου κατεστοχάσατο μὲν τὸ μέλλον ἐμφρόνως, ἐξέπεμψε δέ τινας Κρῆτας ἡμεροδρόμους, διʼ ὧν καταταχήσας τὸν Ἐπαμεινώνδαν τοῖς ἀπολελειμμένοις ἐν τῇ Σπάρτῃ ἐδήλωσε, διότι Βοιωτοὶ συντόμως ἥξουσιν ἐπὶ τὴν Λακεδαίμονα πορθήσοντες τὴν πόλιν, αὐτὸς δʼ ὡς ἂν τάχιστα δύναιτο μετὰ τῆς δυνάμεως ἥξει βοηθήσων τῇ πατρίδι.
彼自身は夜間にスパルタに向けて出発したのだが、ラケダイモン人の王アギスは、エパメイノンダスの機知を察知して将来起こるべきことを賢明に予測し、数人のクレタ人の急使を派遣して、エパメイノンダスを追い越してスパルタに残された人々に対して、ボイオティア人たちが町を略奪するために間もなくラケダイモンにやって来ること、そして彼自身もできる限り速やかに軍勢を率いて祖国を救援するために到着するであろうことを伝えた。
ἐκέλευεν οὖν τοῖς ἐν τῇ Σπάρτῃ παραφυλάττειν τὴν πόλιν μηδὲν καταπεπληγμένους·
それゆえ、スパルタにいる者たちに対し、決して恐れることなく町を警備するよう命じた。
ταχὺ γὰρ αὐτὸν ἐπιφανέντα βοηθήσειν.
なぜなら、自分自身がすぐに現れて援助するからである。