§15.80.1περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Θετταλοὶ πρὸς Ἀλέξανδρον τὸν Φερῶν τύραννον διαπολεμοῦντες, καὶ πλείοσι μάχαις ἡττωμένοι, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀπολωλεκότες, πρέσβεις ἀπέστειλαν πρὸς Θηβαίους, ἀξιοῦντες αὐτοῖς βοηθῆσαι καὶ στρατηγὸν αὐτοῖς ἐξαποστεῖλαι Πελοπίδαν.
ほぼ同じ頃、テッサリア人たちはペライの僭主アレクサンドロスと戦争を続けていたが、複数の戦いで敗北し、多くの兵士を失っていたため、テーバイ人に使節を派遣し、自分たちを援助すること、そしてペロピダスを将軍として自分たちのもとに派遣することを求めた。
ᾔδεισαν γὰρ τοῦτον τὸν ἄνδρα διὰ τὴν ὑπʼ Ἀλεξάνδρου σύλληψιν ἀλλοτριώτατα διακείμενον πρὸς τὸν δυνάστην, ἅμα δὲ καὶ ἀνδρείᾳ διάφορον καὶ ἐπὶ στρατηγικῇ συνέσει διαβεβοημένον.
というのも彼らは、この男がアレクサンドロスによる捕縛のために、この支配者に対して極めて敵対的な感情を抱いており、同時にまた、勇気において卓越しており、将軍としての優れた知性で名を馳せていることを知っていたからである。
§15.80.2συναχθείσης δὲ τῆς κοινῆς συνόδου τῶν Βοιωτῶν, καὶ τῶν πρέσβεων διαλεχθέντων περὶ ὧν εἶχον ἐντολάς, οἱ μὲν Βοιωτοὶ πάντα συνεχώρησαν τοῖς Θετταλοῖς, καὶ δόντες εἰς ἑπτακισχιλίους στρατιώτας τῷ Πελοπίδᾳ συντόμως ἐκέλευον βοηθεῖν αὐτὸν τοῖς δεομένοις·
ボイオティア人の共同会議が招集され、使節たちが自らの受けていた命令について述べると、ボイオティア人たちはテッサリア人たちの要求をすべて認め、ペロピダスに約七千人の兵士を与えて、助けを求める人々を速やかに援助するよう彼に命じた。
τοῦ δὲ Πελοπίδου ταχέως μετὰ τῆς δυνάμεως ἐξιόντος συνέβη τὸν ἥλιον ἐκλιπεῖν.
しかし、ペロピダスが軍勢を率いて速やかに出発しようとしたとき、日食が起こった。
§15.80.3πολλῶν δὲ τὸ γεγονὸς ὑποπτευσαμένων, τῶν μάντεών τινες ἀπεφήναντο διὰ τὴν γενομένην ἔξοδον τῶν στρατιωτῶν ἐκλιπεῖν τὸν τῆς πόλεως ἥλιον.
多くの人々がこの出来事を不吉に思っていたところ、預言者たちの一部は、兵士たちの出発が行われたために「都市の太陽」が欠けたのだと断言した。
καὶ διὰ τούτων τῶν λόγων προλεγόντων τὸν τοῦ Πελοπίδου θάνατον, οὐδὲν ἧττον ὁ Πελοπίδας ἀνέζευξεν ἐπὶ τὴν στρατείαν, ὑπὸ τοῦ χρεὼν ἀγόμενος.
そして、これらの言葉がペロピダスの死を予言していたにもかかわらず、ペロピダスは少しもひるまず、運命に導かれて遠征へと出発した。
§15.80.4ὡς δὲ κατήντησεν εἰς τὴν Θετταλίαν, καὶ τὸν Ἀλέξανδρον κατέλαβε προκατειλημμένον τοὺς ὑπερδεξίους τόπους καὶ στρατιώτας ἔχοντα πλείους τῶν δισμυρίων, ἀντεστρατοπέδευσε μὲν τοῖς πολεμίοις, προσλαβόμενος δὲ συμμάχους παρὰ τῶν Θετταλῶν συνῆψε μάχην τοῖς ἐναντίοις.
彼がテッサリアに到着し、アレクサンドロスが高地をあらかじめ占拠しており、二万人を超える兵士を擁していることを見出すと、彼は敵の向かいに陣を敷き、テッサリア人から同盟軍を補強して、敵と戦端を開いた。
§15.80.5τοῦ δὲ Ἀλεξάνδρου διὰ τὰς ὑπεροχὰς τῶν τόπων πλεονεκτοῦντος, ὁ Πελοπίδας σπεύδων διὰ τῆς ἰδίας ἀνδρείας κρῖναι τὴν μάχην ἐπʼ αὐτὸν ὥρμησε τὸν Ἀλέξανδρον.
しかし、地勢の優位性のためにアレクサンドロスが有利に戦いを進めていたため、ペロピダスは彼自身の勇気によって戦いに決着をつけようと焦り、アレクサンドロス自身に向かって突撃した。
τοῦ δὲ δυνάστου μετὰ τῶν ἐπιλέκτων ὑποστάντος, ἐγένετο μάχη καρτερά, καθʼ ἣν ὁ Πελοπίδας ἀριστεύων πάντα τὸν περὶ αὐτὸν τόπον νεκρῶν κατέστρωσε, τέλος δʼ ἐπιθεὶς τῷ κινδύνῳ καὶ τοὺς πολεμίους τρεψάμενος τὴν μὲν νίκην περιεποιήσατο, τὸν δὲ αὑτοῦ βίον ἀπέβαλε, πολλοῖς περιπεσὼν τραύμασι καὶ τὸ ζῆν ἡρωικῶς προέμενος.
この支配者が精鋭部隊とともに立ち向かったため、激しい戦闘が起こり、その中でペロピダスは抜群の働きを見せて周囲のいたる所を死体で埋め尽くしたが、ついに戦いに決着をかけて敵を敗走させ、勝利を手にした一方で、数多くの傷を負って英雄的にその命を投げ出し、自らの命を失った。
§15.80.6ὁ δʼ Ἀλέξανδρος δευτέρᾳ μάχῃ λειφθεὶς καὶ τοῖς ὅλοις συντριβείς, ἠναγκάσθη καθʼ ὁμολογίαν τοῖς μὲν Θετταλοῖς τὰς καταπεπολεμημένας πόλεις ἀποδοῦναι, Μάγνητας δὲ καὶ τοὺς Φθιώτας Ἀχαιοὺς παραδοῦναι Βοιωτοῖς, καὶ τὸ λοιπὸν Φερῶν μόνων ἄρχοντα σύμμαχον εἶναι Βοιωτοῖς.
一方のアレクサンドロスは、第二の戦いで敗れて完全に打ち砕かれたため、協定によって、テッサリア人たちには征服していた諸都市を返還すること、マグネス人たちとフティオティスのアカイア人たちをボイオティア人に引き渡すこと、そして今後はペライのみを支配してボイオティア人の同盟国となることを余儀なくされた。