§15.78.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμοκράτους ἐν Ῥώμῃ μὲν ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τρεῖς κατεστάθησαν, Τίτος Κοΐνκτιος καὶ Σερούιος Κορνήλιος καὶ Σερούιος Σουλπίκιος, Ὀλυμπιὰς δὲ ὑπὸ Πισατῶν καὶ Ἀρκάδων ἤχθη τετάρτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Φωκίδης Ἀθηναῖος.
アテナイでティモクラテスがアルコンであったとき、ローマでは執政官に代わって、ティトゥス・クィンクティウス、セルウィウス・コルネリウス、セルウィウス・スルピキウスの三人の千人隊長が任命された。 また、ピサ人とアルカディア人によって第百四回オリンピア祭が開催され、この大会ではアテナイのフォキデスがスタディオン短距離競走で優勝した。
§15.78.2ἐπὶ δὲ τούτων Πισᾶται μὲν ἀνανεωσάμενοι τὸ παλαιὸν ἀξίωμα τῆς πατρίδος καί τισι μυθικαῖς καὶ παλαιαῖς ἀποδείξεσι χρώμενοι, τὴν θέσιν τῆς Ὀλυμπικῆς πανηγύρεως αὑτοῖς προσήκειν ἀπεφαίνοντο.
彼らの任期中、ピサ人たちは祖国の古い栄誉を復興し、いくつかの神話的かつ古代の根拠を用いて、オリンピアの祭典を開催することは自分たちに帰属するものであると主張した。
κρίνοντες δὲ τὸν παρόντα καιρὸν εὔθετον ἔχειν ἀμφισβητῆσαι τοῦ ἀγῶνος, συμμαχίαν ἐποιήσαντο πρὸς Ἀρκάδας ὄντας πολεμίους Ἠλείων·
そして、この競技会をめぐって争うには現在の時期が好都合であると判断し、エリス人と敵対していたアルカディア人たちと同盟を結んだ。
συναγωνιστὰς δὲ λαβόντες τούτους ἐστράτευσαν ἐπὶ τοὺς Ἠλείους ἄρτι τιθέντας τὸν ἀγῶνα.
彼らはこれらを共闘者として、ちょうど競技会を開催中であったエリス人たちに対して遠征した。
§15.78.3ἀντιστάντων δὲ τῶν Ἠλείων πανδημεὶ συνέστη μάχη καρτερά, θεωμένων τὴν μάχην τῶν παρόντων ἐπὶ τὴν πανήγυριν Ἑλλήνων ἐστεφανωμένων καὶ μεθʼ ἡσυχίας ἀκινδύνως ἐπισημαινομένων τὰς ἑκατέρωθεν ἀνδραγαθίας.
エリス人たちが総力を挙げて抵抗したため、激しい戦闘が勃発したが、祭典のために集まっていたギリシア人たちは、花冠を戴いたまま、平穏かつ安全に、双方の勇敢な戦いぶりに喝采を送りながらこの戦闘を見守っていた。
τέλος Πισᾶται νικήσαντες ἔθηκαν τὸν ἀγῶνα, καὶ τὴν Ὀλυμπιάδα ταύτην ὕστερον οὐκ ἀνέγραψαν Ἠλεῖοι διὰ τὸ δοκεῖν βίᾳ καὶ ἀδίκως διατεθῆναι.
最終的に、ピサ人たちが勝利して競技会を開催したが、後にエリス人たちは、このオリンピア祭が力ずくで不当に執り行われたとみなしたため、これを公式記録に登録しなかった。
§15.78.4ἅμα δὲ τούτοις πραττομένοις Ἐπαμεινώνδας ὁ Θηβαῖος, μέγιστον ἔχων τῶν πολιτῶν ἀξίωμα, συναχθείσης ἐκκλησίας διελέχθη τοῖς πολίταις, προτρεπόμενος αὐτοὺς ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας.
これらのことが行われているのと同時に、市民の間で最高の威信を持っていたテーバイのエパメイノンダスは、招集された民会において市民たちに演説し、海の覇権を握るよう彼らを促した。
διελθὼν δὲ λόγον ἐκ χρόνου πεφροντισμένον ἐδείκνυε τὴν ἐπιβολὴν ταύτην συμφέρουσάν τε καὶ δυνατήν, τά τε ἄλλα προφερόμενος καὶ διότι τοῖς πεζῇ κρατοῦσι ῥᾴδιόν ἐστι περιποιήσασθαι τὴν τῆς θαλάττης ἀρχήν·
彼は長年温めていた議論を展開して、この企てが有益であり、かつ可能であることを示し、さまざまな点に言及しつつ、特に陸上で優勢な者たちにとって海の支配を手に入れることは容易であると指摘した。
καὶ γὰρ Ἀθηναίους ἐν τῷ πρὸς Ξέρξην πολέμῳ διακοσίας ναῦς ἰδίᾳ πληροῦντας Λακεδαιμονίοις δέκα ναῦς παρεχομένοις ὑποτετάχθαι.
すなわち、クセルクセスとの戦争において、アテナイ人は単独で二百隻の船を満たしていたにもかかわらず、わずか十隻の船しか提供しなかったラケダイモン人に従属していたのである。
πολλὰ δὲ καὶ ἄλλα πρὸς ταύτην τὴν ὑπόθεσιν οἰκείως διαλεχθεὶς ἔπεισε τοὺς Θηβαίους ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἀρχῆς.
彼はこの計画に関して他にも多くの適切な議論を行い、テーバイ人たちに海の支配を追求するよう説得した。