§15.77.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χίωνος ἐν Ῥώμῃ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν Κόιντος Σερουίλιος καὶ Γάιος Οὐετόριος καὶ Αὖλος Κορνήλιος, πρὸς δὲ τούτοις Μάρκος Κορνήλιος καὶ Μάρκος Φάβιος.
アテナイでキオンがアルコンであったとき、ローマでは執政官に代わって、クイントゥス・セルウィリウス、ガイウス・ウェトリウス、アウルス・コルネリウス、さらにこれらに加えてマルクス・コルネリウスとマルクス・ファビウスが千人隊長に任命された。
ἐπὶ δὲ τούτων εἰρήνης οὔσης κατὰ πᾶσαν τὴν Ἑλλάδα, πάλιν ἀρχαὶ πολέμων συνέστησάν τισι τῶν πόλεων καὶ νεωτέρων πραγμάτων καινοτομία παράλογος.
彼らの任期中、全ギリシアに平和が保たれていたが、いくつかの都市で再び戦争の火種が生じ、予期せぬ政変の企てが起こった。
οἱ γὰρ τῶν Ἀρκάδων φυγάδες ὁρμηθέντες ἐξ Ἤλιδος κατελάβοντο τῆς ὀνομαζομένης Τριφυλίας χωρίον ὀχυρόν, ὃ προσηγόρευται Λασίων.
すなわち、エリスから出撃したアルカディア人の亡命者たちが、トリフリアと呼ばれる地域にある、ラシオンと名付けられた堅固な拠点を占領したのである。
§15.77.2ἐκ πολλῶν δὲ χρόνων περὶ τῆς Τριφυλίας ἠμφεσβήτουν Ἀρκάδες καὶ Ἠλεῖοι, καὶ κατὰ τὰς ἑκατέρων ἐν ταῖς μεταβολαῖς ὑπεροχὰς ἐναλλὰξ ἐκυρίευον τῆς χώρας·
長い年月にわたり、アルカディア人とエリス人はトリフリアをめぐって争っており、それぞれの情勢の変化における優勢に応じて、交互にその土地を支配していた。
κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς τῶν Ἀρκάδων κρατούντων τὴν Τριφυλίαν, προφάσει τῶν φυγάδων ἀφῃροῦντο ταύτην τῶν Ἀρκάδων οἱ Ἠλεῖοι.
だが、現在の時期においてはアルカディア人がトリフリアを支配していたが、エリス人は亡命者たちを口実にして、これをアルカディア人から奪い取ろうとした。
§15.77.3διὸ καὶ παροξυνθέντες οἱ Ἀρκάδες τὸ μὲν πρῶτον πρέσβεις ἐξαποστείλαντες ἀπῄτουν τὸ χωρίον·
それゆえ、憤慨したアルカディア人たちは、最初は使節を派遣してその拠点の返還を求めた。
ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχε, μετεπέμψαντο παρʼ Ἀθηναίων συμμαχίαν καὶ μετὰ ταύτης ἐστράτευσαν ἐπὶ τὸν Λασίωνα.
しかし、誰も自分たちに耳を貸さなかったので、彼らはアテナイ人から同盟軍を呼び寄せ、これとともにラシオンへと遠征した。
τῶν δὲ Ἠλείων βοηθησάντων τοῖς φυγάσιν ἐγένετο μάχη πλησίον τοῦ Λασίωνος, καὶ τῶν Ἀρκάδων πολλαπλασίων ὄντων ἡττήθησαν Ἠλεῖοι καὶ πλείους τῶν διακοσίων στρατιωτῶν ἀπέβαλον.
エリス人が亡命者たちを支援したため、ラシオンの近くで戦闘が起こったが、アルカディア人が何倍も優勢であったため、エリス人は敗北し、二百人以上の兵士を失った。
§15.77.4ταύτης δὲ ἀρχῆς τοῦ πολέμου γενομένης συνέβη τὴν διαφορὰν ἐπὶ πλέον προβῆναι τοῖς Ἀρκάσι καὶ τοῖς Ἠλείοις·
この戦争の発端により、アルカディア人とエリス人の対立はさらに進むこととなった。
εὐθὺς γὰρ οἱ μὲν Ἀρκάδες μετεωρισθέντες τῷ προτερήματι ἐστράτευσαν ἐπὶ τὴν Ἠλείαν, καὶ εἷλον πόλεις Μάργανα καὶ Κρόνιον, ἔτι δὲ Κυπαρισσίαν καὶ Κορυφάσιον.
というのも、アルカディア人たちはすぐにこの勝利に勢いづいてエリス地方へと遠征し、マルガナ、クロニオン、さらにはキュパリシアとコリュファシオンの諸都市を攻略したからである。
§15.77.5—ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Μακεδονίαν Πτολεμαῖος μὲν ὁ Ἀλωρίτης ἐδολοφονήθη ὑπὸ τἀδελφοῦ Περδίκκα, βασιλεύσας ἔτη τρία· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ Περδίκκας ἐβασίλευσε τῆς Μακεδονίας ἔτη πέντε.
—これらのことが行われていたのと同時に、マケドニアではアロロスのプトレマイオスが、3年間王位にあったのちに兄弟のペルディッカスによって暗殺された。そして支配権を継承したペルディッカスは、5年間マケドニアを支配した。