Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.5.1-15.5.5

ラケダイモーン人によるマンティネイア包囲

417 / 723 箇所 · ギリシア語

要旨

ラケダイモーン人はアンタルキダスの和約を破って各地の党争に介入し、覇権再建のために隣国マンティネイアの集落への解体解体を命じて包囲戦を開始する。

§15.5.1ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν ἔγνωσαν στρατεύειν ἐπὶ τὴν Μαντίνειαν, οὐδὲν φροντίσαντες τῶν γεγενημένων σπονδῶν, διὰ τοιαύτας αἰτίας.
これらが行われているのと同時に、ラケダイモーン人は以下のような理由から、結ばれたばかりの条約をいささかも顧みることなく、マンティネイアに対して遠征することを決意した。
προϋπαρχούσης τοῖς Ἕλλησι κοινῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου, καθʼ ἣν αἱ πόλεις ἅπασαι τὰς μὲν φρουρὰς ἀπετρίψαντο, τὴν δʼ αὐτονομίαν καθʼ ὁμολογίαν παρέλαβον, Λακεδαιμόνιοι φύσει φιλαρχοῦντες καὶ πολεμικοὶ ταῖς αἱρέσεσιν ὄντες, τὴν εἰρήνην ὥσπερ βαρὺ φορτίον οὐχ ὑπέμενον, τὴν δὲ προγεγενημένην τῆς Ἑλλάδος δυναστείαν ἐπιποθοῦντες μετέωροι ταῖς ὁρμαῖς ὑπῆρχον πρὸς καινοτομίαν.
ギリシア人の間には、アンタルキダスの和平と呼ばれる共通の平和がすでに存在しており、これに従ってすべての都市が守備隊を排除し、合意に基づいて自治権を受け取っていたが、本来支配を好み気風も好戦的であったラケダイモーン人は、この平和を重い荷物のように耐え忍ぶことができず、かつてのギリシアにおける覇権を切望し、変革を求める衝動に駆られて浮き足立っていた。
§15.5.2εὐθὺς οὖν τὰς μὲν πόλεις συνετάραττον καὶ διὰ τῶν ἰδίων φίλων στάσεις ἐγκατεσκεύαζον ἐν αὐταῖς, ὧν ἔνιαι πιθανὰς ἀφορμὰς αὐτοῖς παρέσχοντο τῆς ταραχῆς.
そのため、彼らは即座に諸都市を混乱に陥れ、自らの友人たちを通じて都市の内部に党争を引き起こしたが、それらの党争のうちのいくつかは、ラケダイモーン人に混乱の好都合な口実を与えることとなった。
ἀπολαβοῦσαι γὰρ τὰς αὐτονομίας λόγον ἀπῄτουν παρὰ τῶν ἐπεστατηκότων ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας·
というのも、自治権を取り戻した民衆が、ラケダイモーン人の覇権期に統治の任にあった者たちに釈明を要求したからである。
πικρῶν δὲ τῶν ἐλέγχων γινομένων διὰ τὸ μνησικακεῖν τοὺς δήμους, καὶ πολλῶν φυγαδευομένων, ἀπέδειξαν ἑαυτοὺς βοηθοὺς τοῖς καταστασιαζομένοις.
民衆が怨恨を抱いていたために追究が過酷なものとなり、多くの者が追放されると、彼らは党争で圧倒されている者たちの援助者として名乗りを上げたのである。
§15.5.3ὑποδεχόμενοι δὲ τούτους καὶ μετὰ δυνάμεως ἐκπέμποντες ἐπὶ τὰς καθόδους, κατεδουλοῦντο τὸ μὲν πρῶτον τὰς ἀσθενεστέρας πόλεις, μετὰ δὲ ταῦτα καὶ τὰς ἀξιολογωτέρας καταπολεμοῦντες ὑπηκόους ἐποίουν, οὐδὲ δύο ἔτη φυλάξαντες τὰς κοινὰς σπονδάς.
彼らはこれら追放された者たちを受け入れ、その帰還のために軍隊を付けて送り出し、最初はより弱い都市を隷属させ、その後はより重要な都市をも攻撃して屈服させ、属領としていった。 こうして、共通の条約を二年と守ることはなかった。
πλησιόχωρον δʼ ὁρῶντες οὖσαν τὴν τῶν Μαντινέων πόλιν καὶ πλήθουσαν ἀνδρῶν ἀλκίμων, ὑπώπτευσαν αὐτῆς τὴν αὔξησιν τὴν γινομένην ἐκ τῆς εἰρήνης, καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἔσπευδον ταπεινῶσαι.
そして、隣接するマンティネイアの都市が勇敢な男たちに満ち溢れているのを見て、平和によってもたらされるその成長を警戒し、その市民たちの誇りをくじこうと急いだ。
§15.5.4διὸ καὶ τὸ μὲν πρῶτον πρέσβεις ἀποστείλαντες πρὸς τὴν Μαντίνειαν προσέταττον τὰ μὲν τείχη καθελεῖν, αὐτοὺς δὲ μετοικῆσαι πάντας εἰς τὰς ἀρχαίας πέντε κώμας, ἐξ ὧν εἰς τὴν Μαντίνειαν τὸ παλαιὸν συνῴκησαν·
それゆえ、彼らは最初にマンティネイアに使節を送って、城壁を取り壊し、かつてマンティネイアに集住する前に暮らしていた古代の五つの村へ全員が立ち退くよう命じた。
οὐδενὸς δὲ αὐτοῖς προσέχοντος, δύναμιν ἐκπέμψαντες ἐπολιόρκουν τὴν πόλιν.
しかし、誰もこれに耳を貸さなかったため、軍勢を派遣してその都市を包囲した。
§15.5.5οἱ δὲ Μαντινεῖς εἰς τὰς Ἀθήνας πρέσβεις ἀποστείλαντες ἠξίουν ἑαυτοῖς βοηθῆσαι.
マンティネイア人はアテーナイに使節を派遣して救援を求めた。
οὐ προαιρουμένων δὲ τῶν Ἀθηναίων παραβαίνειν τὰς κοινὰς συνθήκας, ὅμως καθʼ αὑτοὺς ὑποστάντες τὴν πολιορκίαν εὐρώστως ἠμύνοντο τοὺς πολεμίους.
しかしアテーナイ人は共通の協定に背くことを望まなかったため、彼らは自力で包囲戦に耐え、頑強に敵を防いだ。
καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα τοῦτον τὸν τρόπον καινῶν πολέμων ἀρχὴν ἐλάμβανεν.
そして、ギリシアにおける状況はこのようにして新たな戦争の端緒を開くこととなった。

語釈・文法注

  1. 15.5.1μετέωροι ταῖς ὁρμαῖς ὑπῆρχον πρὸς καινοτομίαν — 形容詞 `μετέωροι`(宙に浮いた、浮き足立った)と、関係・観点の与格 `ταῖς ὁρμαῖς`(衝動において)の組み合わせ。平和を嫌い、覇権回復のための現状打破(`καινοτομία`)を起こしたくて仕方のないラケダイモーン人の、興奮し落ち着かない心理状態を表す。
  2. 15.5.2τοῖς καταστασιαζομένοις — 動詞 `καταστασιάζω`(党争で圧倒する、党争で抑圧する)の現在受動態分詞。「党争で圧倒されている者たち」、すなわち民主制支持派(`δήμους`)による追究で政権を追われ、亡命を余儀なくされた親スパルタの過立制支持派を指す。
  3. 15.5.4συνῴκησαν — 動詞 `συνοικέω`(合体して住む、集住する)のアオリスト。ギリシア歴史における「シノイキスモス(集住)」を指し、複数の村(`κῶμαι`)が統合して一つの都市国家(`πόλις`)を形成した歴史的事実を示す。スパルタはマンティネイアの解体(ディオイキスモス)を狙ってこの逆行を要求した。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.5.1-15.5.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.5.1-15.5.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。