§15.60.1ἅμα δὲ τούτοις πραττομένοις Ἰάσων ὁ Φερῶν τύραννος, συνέσει τε στρατηγικῇ διαφέρων καὶ πολλοὺς τῶν περιοίκων εἰς συμμαχίαν προηγμένος, ἔπεισε τοὺς Θετταλοὺς ἀντιποιεῖσθαι τῆς τῶν Ἑλλήνων ἡγεμονίας·
これらが行われているのと同時に、フェライの僭主イアソンは、将軍としての優れた知性を持ち、多くの周辺住民を同盟へと引き入れていたが、テッサリア人たちを説得して、ギリシア人の覇権を追求するようにさせた。
ταύτην γὰρ ὥσπερ ἔπαθλον ἀρετῆς προκεῖσθαι τοῖς δυναμένοις αὐτῆς ἀμφισβητῆσαι.
というのも、この覇権は、それを争う能力のある者たちに対して、あたかも徳の褒賞として提示されているからである。
§15.60.2Λακεδαιμονίους γὰρ συνέβαινε περὶ Λεῦκτρα μεγάλῃ συμφορᾷ περιπεπτωκέναι, Ἀθηναίους δὲ μόνον τῆς κατὰ θάλατταν ἀρχῆς ἀντέχεσθαι, Θηβαίους δὲ τῶν πρωτείων ἀξίους μὴ εἶναι, Ἀργείους δὲ διὰ στάσεις καὶ φόνους ἐμφυλίους τεταπεινῶσθαι.
すなわち、ラケダイモン人たちはレウクトラで大きな惨禍に遭遇しており、アテナイ人たちは海上支配のみにしがみついており、テーバイ人たちは首位に値する状態にはなく、アルゴス人たちは党争と内戦による殺戮によって零落しているという状況にあったからである。
διόπερ οἱ Θετταλοὶ προστησάμενοι τῶν ὅλων ἡγεμόνα Ἰάσονα, τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν.
それゆえ、テッサリア人たちはイアソンを全体の指導者に立て、彼に戦争に関する事柄を委ねた。
ὁ δὲ Ἰάσων παραλαβὼν τὴν ἡγεμονίαν τῶν τε πλησίον ἐθνῶν τινα προσηγάγετο καὶ πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα συμμαχίαν ἐποιήσατο.
イアソンは指導権を引き継ぐと、近隣の諸民族のいくつかを味方に引き入れ、マケドニア人の王アミュンタスと同盟を結んだ。
§15.60.3ἴδιον δέ τι συνέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν·
この年には特異なことが起きた。
τῶν γὰρ ἐν δυναστείαις ὄντων τρεῖς ἐτελεύτησαν περὶ τὸν αὐτὸν καιρόν.
というのも、支配的地位にある者たちのうち三人が、ほぼ同じ時期に死んだからである。
Ἀμύντας μὲν ὁ Ἀρριδαίου βασιλεύων τῆς Μακεδονίας ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ τέτταρα, υἱοὺς ἀπολιπὼν τρεῖς, Ἀλέξανδρον καὶ Περδίκκαν καὶ Φίλιππον·
アルリダイオスの子でマケドニアを統治していたアミュンタスは、二十四年間治めたのちに死去し、三人の息子、アレクサンドロス、ペルディッカス、フィリッポスを残した。
διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀλέξανδρος καὶ ἦρξεν ἐνιαυτόν.
そして息子のアレクサンドロスが王位を継承し、一年間統治した。
§15.60.4ὁμοίως δὲ καὶ Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετήλλαξεν ἄρξας ἐνιαυτόν, τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεομένης ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη τριάκοντα καὶ τέτταρα.
同様に、ラケダイモン人の王アゲシポリスも一年間治めて死去し、その地位を継承した弟のクレオメネスが三十四年間統治した。
§15.60.5τρίτος δὲ Ἰάσων ὁ Φεραῖος ἡγεμὼν ᾑρημένος τῆς Θετταλίας, καὶ δοκῶν ἐπιεικῶς ἄρχειν τῶν ὑποτεταγμένων, ἐδολοφονήθη, ὡς μὲν Ἔφορος γέγραφεν, ὑπό τινων ἑπτὰ νεανίσκων συνομοσαμένων δόξης ἕνεκα, ὡς δʼ ἔνιοι γράφουσιν, ὑπὸ Πολυδώρου τἀδελφοῦ.
三人目は、テッサリアの指導者に選ばれ、配下の者たちを穏健に治めているとみられていたフェライのイアソンが暗殺された。 エポロスが書いているところでは、名声を求めて共謀した七人の若者たちによってであり、一部の者が書いているところでは、弟のポリュドロスによってであった。
οὗτος δὲ καὶ αὐτὸς διαδεξάμενος τὴν δυναστείαν ἦρξεν ἐνιαυτόν.
この者自身も支配を継承し、一年間統治した。
§15.60.6Δοῦρις δʼ ὁ Σάμιος ὁ ἱστοριογράφος τῆς τῶν Ἑλληνικῶν ἱστορίας ἐντεῦθεν ἐποιήσατο τὴν ἀρχήν.
サモスの歴史家ドゥリスは、ギリシア史の記述をここから開始した。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
これらがこの年に起こった事柄である。