§15.57.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Δυσνίκητος, ἐν Ῥώμῃ δὲ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Κόιντος Σερουίλιος καὶ Λεύκιος Φούριος, ἔτι δὲ Γάιος Λικίνιος καὶ Πόπλιος Κοίλιος.
そして、一年の期間が経過すると、アテナイではデュスニケトスが官職に就き、ローマでは執政官に代わって四人の執政武官、すなわちキントゥス・セルウィリウス、ルキウス・フリウス、さらにガイウス・リキニウスとプブリウス・コエリウスが任命された。
ἐπὶ δὲ τούτων Θηβαῖοι μεγάλῃ δυνάμει στρατεύσαντες ἐπʼ Ὀρχομενὸν ἐπεβάλοντο μὲν ἐξανδραποδίσασθαι τὴν πόλιν, Ἐπαμεινώνδου δὲ συμβουλεύσαντος ὅτι τὰ διὰ τῆς ἀνδρείας κατεργασθέντα τῇ φιλανθρωπίᾳ δεῖ διαφυλάττειν τοὺς τῆς τῶν Ἑλλήνων ἡγεμονίας ὀρεγομένους, μετέγνωσαν.
彼らの任期中に、テーバイ人たちは大軍を率いてオルコメノスに対して出兵し、その都市を奴隷化することを企てたが、エパメイノンダスが、ギリシアの覇権を志す者たちは勇気によって成し遂げられたことを人道によって維持せねばならないと勧告したため、考えを改めた。
διόπερ τοὺς μὲν Ὀρχομενίους εἰς τὴν τῶν συμμάχων χώραν κατέταξαν,μετὰ δὲ ταῦτα Φωκεῖς καὶ Αἰτωλοὺς καὶ Λοκροὺς φίλους ποιησάμενοι τὴν εἰς Βοιωτίαν ἐπάνοδον ἐποιήσαντο.
それゆえ彼らは、オルコメノス人たちを同盟者の列に組み入れ、その後、ポーキス人、アイトーリア人、ロクリス人たちと友好を結んだ上で、ボイオティアへの帰還の途についた。
§15.57.2Ἰάσων δὲ ὁ Φερῶν τύραννος ἀεὶ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Λοκρίδα, καὶ τὴν μὲν Ἡράκλειαν τὴν ἐν Τραχινίᾳ διὰ προδοσίας ἑλὼν ἀνάστατον ἐποίησε, καὶ τὴν χώραν Οἰταίοις καὶ Μηλιεῦσιν ἐδωρήσατο·
フェライの僭主イアソンは、ますます勢力を拡大しつつロクリスへと出兵し、トラキス地方のヘラクレイアを裏切りによって奪取して破壊し、その土地をオイタイア人とマリス人に与えた。
μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περραιβίαν ἀναζεύξας τῶν πόλεων τὰς μὲν λόγοις φιλανθρώποις προσηγάγετο, τὰς δὲ διὰ τῆς βίας ἐχειρώσατο.
その後、ペッライビアへと軍を進め、諸都市のうち、あるものは温和な言葉によって味方に引き入れ、またあるものは力ずくで服従させた。
ταχὺ δὲ τῆς δυναστείας αὐτοῦ στερεουμένης, οἱ τὴν Θετταλίαν οἰκοῦντες ὑφεωρῶντο τὴν αὔξησιν αὐτοῦ καὶ τὴν πλεονεξίαν.
彼の支配力が急速に強固になるにつれて、テッサリアに住む者たちは、彼の台頭と野心を警戒の目で見つめるようになった。
§15.57.3ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ πόλει τῶν Ἀργείων ἐγένετο στάσις καὶ φόνος τοσοῦτος, ὅσος παρʼ ἑτέροις τῶν Ἑλλήνων οὐδέποτε γεγονέναι μνημονεύεται.
これらのことが行われている間に、アルゴスの市において、他のどのギリシア人の間でもこれほどの大規模なものは決して起こったと記憶されていないほどの、激しい党争と虐殺が生じた。
ἐκλήθη δὲ ὁ νεωτερισμὸς οὗτος παρὰ τοῖς Ἕλλησι σκυταλισμός, διὰ τὸν τρόπον τοῦ θανάτου ταύτης τυχὼν τῆς προσηγορίας.
この政変はギリシア人の間で「スクータリスモス」と呼ばれたが、その死の手法のゆえにこの名称を得たのであった。