Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.55.1-15.55.5

エパメイノンダスの斜陣とクレオムブロスの戦死

467 / 723 箇所 · ギリシア語

要旨

レウクトラの戦いが始まり、エパメイノンダスは精鋭を一方に偏らせた「斜陣」を用いてスパルタ軍を圧倒する。スパルタ王クレオムブロスが英雄的に戦うも討ち死にし、その遺体を巡る激戦で多大な犠牲が出る。

§15.55.1καὶ παρὰ μὲν τοῖς Λακεδαιμονίοις οἱ ἀφʼ Ἡρακλέους γεγονότες ἡγεμόνες ἐτάχθησαν ἐπὶ τῶν κεράτων, Κλεόμβροτός τε ὁ βασιλεὺς καὶ Ἀρχίδαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱός, παρὰ δὲ τοῖς Βοιωτοῖς Ἐπαμεινώνδας ἰδίᾳ τινὶ καὶ περιττῇ τάξει χρησάμενος διὰ τῆς ἰδίας στρατηγίας περιεποιήσατο τὴν περιβόητον νίκην.
そして、ラケダイモン人においては、ヘラクレスの血を引く指導者たち、すなわち王クレオムブロスと、王アゲシラオスの息子アルキダモスが両翼に配置され、他方、ボイオティア人においては、エパメイノンダスが独特で異例の陣形を用いて、自身の優れた戦術によってあの有名な勝利を勝ち取った。
§15.55.2ἐκλεξάμενος γὰρ ἐξ ἁπάσης τῆς δυνάμεως τοὺς ἀρίστους ἐπὶ τὸ ἕτερον μέρος ἔστησε, μεθʼ ὧν καὶ αὐτὸς ἔμελλε διαγωνίζεσθαι·
彼は全軍の中から最精鋭を選び抜いて一方の側に配置し、彼らとともに彼自身も戦うつもりであった。
τοὺς δʼ ἀσθενεστάτους ἐπὶ τὸ ἕτερον κέρας τάξας παρήγγειλεν αὐτοῖς φυγομαχεῖν καὶ κατὰ τὴν ἔφοδον τῶν πολεμίων ἐκ τοῦ κατʼ ὀλίγον ὑποχωρεῖν.
他方、最も弱い者たちをもう一方の翼に配置して、彼らには戦闘を避け、敵の突撃に際しては徐々に後退するようにと命じた。
διὸ καὶ λοξὴν ποιήσας τὴν φάλαγγα, τῷ τοὺς ἐπιλέκτους ἔχοντι κέρατι ἔγνω κρίνειν τὴν μάχην.
それゆえ、陣形を斜陣にして、精鋭を擁する翼によって戦闘の決着をつけることを決意した。
§15.55.3ὡς δʼ αἵ τε σάλπιγγες ἐσήμαινον παρʼ ἀμφοτέροις τὸ πολεμικὸν καὶ κατὰ τὴν πρώτην ὁρμὴν συνηλάλαξαν αἱ δυνάμεις, οἱ μὲν Λακεδαιμόνιοι τοῖς κέρασιν ἀμφοτέροις ἐπῆγον μηνοειδὲς τὸ σχῆμα τῆς φάλαγγος πεποιηκότες, οἱ δὲ Βοιωτοὶ τῷ μὲν ἑτέρῳ κέρατι ὑπεχώρουν, τῷ δὲ ἑτέρῳ δρόμῳ συνῆπτον τοῖς πολεμίοις.
双方でラッパが戦闘開始の合図を鳴らし、最初の突撃の際、両軍が鬨の声を上げると、ラケダイモン人たちは陣形を三日月形にして両翼を進撃させたが、ボイオティア人たちは一方の翼では後退し、もう一方の翼では駆け足で敵と交戦した。
§15.55.4ὡς δὲ συνῆψαν ἀλλήλοις εἰς χεῖρας, τὸ μὲν πρῶτον ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων ἰσόρροπος ἦν ἡ μάχη, μετὰ δὲ ταῦτα τῶν περὶ τὸν Ἐπαμεινώνδαν διά τε τὴν ἀρετὴν καὶ τὴν πυκνότητα τῆς τάξεως πλεονεκτούντων πολλοὶ τῶν Πελοποννησίων ἀνῃροῦντο.
双方が白兵戦に入ると、最初は双方が勇敢に戦ったので戦況は互角であったが、その後、エパメイノンダスの率いる者たちがその勇敢さと陣形の密度のゆえに優勢に立ち、ペロポネソス人の多くが討ち取られた。
οὐ γὰρ ὑπέμενον ὑπενέγκαι τὸ βάρος τῆς τῶν ἐπιλέκτων ἀνδραγαθίας, ἀλλὰ τῶν ἀντιστάντων οἱ μὲν ἔπιπτον, οἱ δὲ κατετραυματίζοντο, πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες.
というのも、彼らは精鋭たちの武勇の重圧に耐え忍ぶことができなかったからであり、抵抗する者のうち、ある者は斃れ、ある者は深手を負い、すべての傷を正面に受けた。
§15.55.5ἕως μὲν οὖν ὁ βασιλεὺς τῶν Λακεδαιμονίων Κλεόμβροτος ἔζη, πολλοὺς ἔχων τοὺς συνασπίζοντας καὶ προθύμως πρὸ αὐτοῦ ἀποθνήσκοντας, ἄδηλος ἦν ἡ ῥοπὴ τῆς νίκης·
さて、ラケダイモン人の王クレオムブロスが生きている間は、自らと盾を並べ、その前で進んで死に赴く多くの者たちを従えていたので、勝利の行方は定かでなかった。
ἐπεὶ δʼ οὗτος πάντα κίνδυνον ὑπομένων οὐκ ἠδύνατο βιάσασθαι τοὺς ἀνθεστηκότας, ἡρωικῶς δὲ μαχόμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν ἐτελεύτησε, τότε συνδρομῆς γενομένης περὶ τοῦ πτώματος νεκρῶν πλῆθος ἐσωρεύθη.
しかし、彼があらゆる危険に耐えながらも、立ちはだかる敵を圧倒することができず、英雄的に戦って多くの傷を負い息絶えると、その時、遺体をめぐる激しい競り合いが生じ、無数の遺体が積み重なった。

語釈・文法注

  1. §15.55.2ἔγνω κρίνειν — 動詞 γινώσκω のアオリスト三人称単数形 ἔγνω が不定詞 κρίνειν を伴う場合、「〜することに決定した」「〜する方針を固めた」という意味を表す。単なる知的認識(「知った」)ではなく、熟慮の末の意志決定を示す。
  2. §15.55.4τῶν περὶ τὸν Ἐπαμεινώνδαν — 前置詞 περί と対格を伴う冠詞の表現 οἱ περί τινα は、中心人物とその周囲の同伴者、あるいは彼が率いる一団を表す。ここでは「エパメイノンダスとその率いる精鋭部隊」を意味する。直後の分詞 πλεονεκτούντων とともに独立属格構文を形成している。
  3. §15.55.4πληγὰς ἐναντίας — 形容詞 ἐναντίας は「正対する、正面からの」という意味。背中を見せて逃走する際に受ける傷(背後の傷)とは対照的に、敵に立ち向かい勇敢に戦った末に受けた「正面からの傷」を指し、ペロポネソス人兵士たちが逃げずに踏みとどまって討ち死にしたことを強調している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.55.1-15.55.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.55.1-15.55.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。