§15.55.1καὶ παρὰ μὲν τοῖς Λακεδαιμονίοις οἱ ἀφʼ Ἡρακλέους γεγονότες ἡγεμόνες ἐτάχθησαν ἐπὶ τῶν κεράτων, Κλεόμβροτός τε ὁ βασιλεὺς καὶ Ἀρχίδαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱός, παρὰ δὲ τοῖς Βοιωτοῖς Ἐπαμεινώνδας ἰδίᾳ τινὶ καὶ περιττῇ τάξει χρησάμενος διὰ τῆς ἰδίας στρατηγίας περιεποιήσατο τὴν περιβόητον νίκην.
And among the Lacedaemonians, the leaders descended from Heracles were stationed on the wings, namely King Cleombrotus and Archidamus, the son of King Agesilaus; while among the Boeotians, Epaminondas, employing a certain unique and extraordinary formation, achieved his celebrated victory through his own strategy.
§15.55.2ἐκλεξάμενος γὰρ ἐξ ἁπάσης τῆς δυνάμεως τοὺς ἀρίστους ἐπὶ τὸ ἕτερον μέρος ἔστησε, μεθʼ ὧν καὶ αὐτὸς ἔμελλε διαγωνίζεσθαι· τοὺς δʼ ἀσθενεστάτους ἐπὶ τὸ ἕτερον κέρας τάξας παρήγγειλεν αὐτοῖς φυγομαχεῖν καὶ κατὰ τὴν ἔφοδον τῶν πολεμίων ἐκ τοῦ κατʼ ὀλίγον ὑποχωρεῖν.
For having selected the best men from the entire force, he stationed them on one side, with whom he himself also intended to fight; and having drawn up the weakest on the other wing, he ordered them to avoid battle and to retreat gradually during the onset of the enemy.
διὸ καὶ λοξὴν ποιήσας τὴν φάλαγγα, τῷ τοὺς ἐπιλέκτους ἔχοντι κέρατι ἔγνω κρίνειν τὴν μάχην.
Therefore, having also made his phalanx oblique, he decided to decide the battle with the wing containing the elite troops.
§15.55.3ὡς δʼ αἵ τε σάλπιγγες ἐσήμαινον παρʼ ἀμφοτέροις τὸ πολεμικὸν καὶ κατὰ τὴν πρώτην ὁρμὴν συνηλάλαξαν αἱ δυνάμεις, οἱ μὲν Λακεδαιμόνιοι τοῖς κέρασιν ἀμφοτέροις ἐπῆγον μηνοειδὲς τὸ σχῆμα τῆς φάλαγγος πεποιηκότες, οἱ δὲ Βοιωτοὶ τῷ μὲν ἑτέρῳ κέρατι ὑπεχώρουν, τῷ δὲ ἑτέρῳ δρόμῳ συνῆπτον τοῖς πολεμίοις.
When the trumpets on both sides sounded the charge and the forces raised their battle-cry at the first onset, the Lacedaemonians advanced both wings, having made the shape of their phalanx crescent-like, while the Boeotians retreated on one wing, and with the other engaged the enemy at a run.
§15.55.4ὡς δὲ συνῆψαν ἀλλήλοις εἰς χεῖρας, τὸ μὲν πρῶτον ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων ἰσόρροπος ἦν ἡ μάχη, μετὰ δὲ ταῦτα τῶν περὶ τὸν Ἐπαμεινώνδαν διά τε τὴν ἀρετὴν καὶ τὴν πυκνότητα τῆς τάξεως πλεονεκτούντων πολλοὶ τῶν Πελοποννησίων ἀνῃροῦντο.
But when they engaged hand-to-hand, at first, as both fought eagerly, the battle was equal; but after this, since those around Epaminondas had the advantage both because of their valor and the density of their formation, many of the Peloponnesians were slain.
οὐ γὰρ ὑπέμενον ὑπενέγκαι τὸ βάρος τῆς τῶν ἐπιλέκτων ἀνδραγαθίας, ἀλλὰ τῶν ἀντιστάντων οἱ μὲν ἔπιπτον, οἱ δὲ κατετραυματίζοντο, πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες.
For they could not endure to bear the weight of the valor of the elite men, but of those who resisted, some fell and others were severely wounded, receiving all their wounds in front.
§15.55.5ἕως μὲν οὖν ὁ βασιλεὺς τῶν Λακεδαιμονίων Κλεόμβροτος ἔζη, πολλοὺς ἔχων τοὺς συνασπίζοντας καὶ προθύμως πρὸ αὐτοῦ ἀποθνήσκοντας, ἄδηλος ἦν ἡ ῥοπὴ τῆς νίκης· ἐπεὶ δʼ οὗτος πάντα κίνδυνον ὑπομένων οὐκ ἠδύνατο βιάσασθαι τοὺς ἀνθεστηκότας, ἡρωικῶς δὲ μαχόμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν ἐτελεύτησε, τότε συνδρομῆς γενομένης περὶ τοῦ πτώματος νεκρῶν πλῆθος ἐσωρεύθη.
Now as long as Cleombrotus, the king of the Lacedaemonians, was alive, having many who fought by his side and eagerly died before him, the turn of victory was uncertain; but when he, enduring every danger, was unable to force back those opposing him, and died fighting heroically and suffering many wounds, then, a struggle taking place over his fallen body, a multitude of corpses was piled up.