§15.53.1ὁ δὲ Κλεόμβροτος πυθόμενος τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους, τὸ μὲν ταύτῃ ποιεῖσθαι τὴν διέξοδον ἀπέγνω, πορευθεὶς δὲ διὰ τῆς Φωκίδος, καὶ διεξελθὼν τὴν παραθαλαττίαν ὁδὸν χαλεπὴν οὖσαν, ἐνέβαλεν εἰς τὴν Βοιωτίαν ἀκινδύνως·
クレオムブロスは、敵がすでに通路を先んじて占領していることを知ると、この道を通って突破することをあきらめ、フォキスを通って進み、険しい沿岸の道を進んで、危険なくボイオティアに侵入した。
ἐν παρόδῳ δέ τινα τῶν πολισματίων χειρωσάμενος δέκα τριήρων ἐγκρατὴς ἐγένετο.
そして途中でいくつかの小さな町を征服し、十隻の三段橈船を手に入れた。
§15.53.2μετὰ δὲ ταῦτα καταντήσας εἰς τὰ καλούμενα Λεῦκτρα κατεστρατοπέδευσε καὶ τοὺς στρατιώτας ἐκ τῆς ὁδοιπορίας ἀνελάμβανεν.
この後、彼はいわゆるレウクトラに到着して宿営し、兵士たちの旅の疲れを回復させた。
οἱ δὲ Βοιωτοὶ προάγοντες ἐπὶ τοὺς πολεμίους, ὡς ἤγγισαν αὐτοῖς καὶ λόφους τινὰς ὑπερβαλόντες ἄφνω κατενόησαν τοὺς Λακεδαιμονίους ἐπέχοντας ἅπαν τὸ Λευκτρικὸν πεδίον, κατεπλάγησαν ἰδόντες τὸ μέγεθος τῆς δυνάμεως.
一方、ボイオティア人たちは敵に向かって前進していたが、彼らに近づき、いくつかの丘を越えたとき、突如としてラケダイモン人たちがレウクトラの平原全体を占拠しているのを目にし、その軍勢の巨大さを見て恐れおののいた。
§15.53.3συνεδρευσάντων δὲ τῶν βοιωταρχῶν καὶ βουλευομένων, πότερον χρὴ μένειν καὶ πρὸς πολλαπλασίονα δύναμιν διαγωνίζεσθαι ἢ τὴν ἀναχώρησιν ποιησάμενοι ἐν τόποις ὑπερδεξίοις συστήσονται τὴν μάχην, ἔτυχον αἱ γνῶμαι τῶν ἡγεμόνων ἴσαι γενόμεναι.
ボイオタルケスたちが会議を開いて、このまま留まって何倍もの軍勢を相手に戦うべきなのか、あるいは退却を行って有利な場所で戦いを交えるべきなのかを審議したところ、指揮官たちの意見はたまたま真っ二つに分かれた。
ἓξ γὰρ ὄντων βοιωταρχῶν τρεῖς μὲν ᾤοντο δεῖν ἀπάγειν τὴν δύναμιν, τρεῖς δὲ μένειν καὶ διαγωνίζεσθαι, ἐν οἷς ἦν καὶ ὁ Ἐπαμεινώνδας συνεξαριθμούμενος.
すなわち、六人のボイオタルケスのうち、三人は軍を引き揚げるべきだと考え、三人は留まって戦うべきだと考えたが、その後者の中にはエパメイノンダスも数えられていた。
ἀπορίας δʼ οὔσης μεγάλης καὶ δυσκρίτου τῶν βοιωταρχῶν ἕβδομος ἧκεν, ὃν πείσας Ἐπαμεινώνδας ὁμόψηφον ἑαυτῷ γενέσθαι προετέρησε τῇ γνώμῃ.
ボイオタルケスたちの間に大きく解決の難しい困惑があったとき、七人目のボイオタルケスが到着し、エパメイノンダスは彼を説得して自分と同じ投票に投じさせ、その意見を優勢にした。
ὁ μὲν οὖν ὑπὲρ τῶν ὅλων ἀγὼν τοῦτον τὸν τρόπον ἐκυρώθη.
このようにして、全体の運命を決する戦いがこの方法で決定された。
§15.53.4ὁ δʼ Ἐπαμεινώνδας ὁρῶν τοὺς στρατιώτας δεισιδαιμονοῦντας ἐπὶ τοῖς γεγονόσι σημείοις, ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας καὶ στρατηγίας μεταθεῖναι τὰς τοῦ πλήθους εὐλαβείας.
一方、エパメイノンダスは、兵士たちが起こった不吉な兆候のことで迷信的な恐れを抱いているのを見て、自身の工夫と将才によって、彼らの懸念を取り払うことに努めた。
διόπερ τινῶν προσφάτως παραγεγονότων ἐκ Θηβῶν ἔπεισεν εἰπεῖν, ὅτι τὰ κατὰ τὸν νεὼν τοῦ Ἡρακλέους ὅπλα παραδόξως ἀφανῆ γέγονε καὶ λόγος ἐν ταῖς Θήβαις διαδέδοται ὡς τῶν ἡρώων τῶν ἀρχαίων ἀνειληφότων αὐτὰ καὶ βοηθεῖν τοῖς Βοιωτοῖς ἀπεληλυθότων.
それゆえ、最近テバイから到着した何人かを説得して、次のように言わせた。 すなわち、ヘラクレスの神殿にある武器が不可思議なことに消失しており、古代の英雄たちがそれらを手に取ってボイオティア人を助けるために出発したのだという噂がテバイで広まっている、と。
ἄλλον δὲ κατέστησεν ὡς ἀπὸ Τροφωνίου προσφάτως ἀναβεβηκότα καὶ λέγοντα, διότι προστέταχεν ὁ θεὸς αὐτοῖς, ὅταν ἐν Λεύκτροις νικήσωσιν, ἀγῶνα τιθέναι Διὶ βασιλεῖ στεφανίτην·
また、別の者を、最近トロポニオスの神託所から戻ってきた者として仕立て上げ、次のように語らせた。 すなわち、神は彼らに対し、レウクトラで勝利したときには、王たるゼウスに冠を授ける競技会を催すようにと命じた、と。
ἀφʼ οὗ δὴ Βοιωτοὶ ταύτην ποιοῦσι τὴν πανήγυριν ἐν Λεβαδείᾳ.
このことから実際、ボイオティア人はレバデイアでこの大祭を行っているのである。