Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.50.1-15.50.6

火の梁の凶兆とテバイ排除の共通平和

462 / 723 箇所 · ギリシア語

要旨

アテナイのアルキステネスの任期中に不吉な「火の梁」が出現してスパルタの覇権喪失を予兆する。一方、ペルシア王の勧告によりギリシア諸都市間で共通の平和が結ばれるが、ボイオティアの統合に固執するテバイだけが除外され、スパルタとの間で対立が深まる。

§15.50.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀλκισθένους Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν ὀκτώ, Λεύκιον Οὐαλέριον καὶ Πόπλιον, ἔτι δὲ Γάιον Τερέντιον καὶ Λεύκιον Μενήνιον, πρὸς δὲ τούτοις Γάιον Σολπίκιον καὶ Τίτον Παπίριον καὶ Λεύκιον Αἰμίλιον, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη δευτέρα πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Δάμων Θούριος.
アテナイにおいてアルキステネスがアルコンであったとき、ローマ人は執政官の代わりに8人の軍事執政官を任命した。 ルキウス・ウァレリウス、プブリウス、さらにガイウス・テレンティウス、ルキウス・メネニウス、これらに加えてガイウス・スルピキウス、ティトス・パピリウス、ルキウス・アエミリウスである。 また、エリス人においては第102回オリンピア祭が催され、そこではトゥリオイのダモンがスタディオン競走で優勝した。
§15.50.2ἐπὶ δὲ τούτων, Λακεδαιμονίων ἔτη σχεδὸν πεντακόσια τῆς Ἑλλάδος ἐχόντων τὴν ἡγεμονίαν, τὸ θεῖον προεσήμαινεν αὐτοῖς τῆς ἀρχῆς τὴν ἀποβολήν·
これらの役職者たちのときに、ラケダイモン人はほぼ五百年にわたってギリシアの覇権を握っていたが、神的なるものが彼らにその支配の喪失をあらかじめ予兆した。
ὤφθη μὲν γὰρ κατὰ τὸν οὐρανὸν ἐπὶ πολλὰς νύκτας λαμπὰς μεγάλη καομένη, ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα πυρίνη δοκίς·
というのも、天に何夜にもわたって燃え盛る大きな松明が現れ、その形状から「火の梁」と名付けられたからである。
μικρὸν δʼ ὕστερον ἡττηθέντες οἱ Σπαρτιᾶται παραδόξως μεγάλῃ μάχῃ τὴν ἡγεμονίαν ἀπέβαλον ἀνελπίστως.
そして間もなく、スパルタ人たちは予想に反して大戦で敗北し、不意にその覇権を失った。
§15.50.3ἔνιοι δὲ τῶν φυσικῶν τὴν γένεσιν τῆς λαμπάδος εἰς φυσικὰς αἰτίας ἀνέφερον, ἀποφαινόμενοι τὰ τοιαῦτα φαντάσματα κατηναγκασμένως γίνεσθαι χρόνοις ὡρισμένοις, καὶ περὶ τῶν τοιούτων τούς τε ἐν Βαβυλῶνι Χαλδαίους καὶ τοὺς ἄλλους ἀστρολόγους ποιουμένους προρρήσεις ἐναργεῖς ἐπιτυγχάνειν·
だが、自然学者たちのある者は、この松明の発生を自然の原因に帰し、このような現象は定められた時期に必然的に生じるものであると主張した。 そして、このような現象について、バビロンのカルデア人や他の占星術師たちが明確な予言を行い、成功を収めている(と主張した)。
τοὺς δὲ μὴ θαυμάζειν ὅταν γένηταί τι τοιοῦτον, ἀλλʼ ἐὰν μὴ γένηται, κατὰ τὰς ἰδίας ἑκάστων περιόδους αἰωνίοις κινήσεσι καὶ φοραῖς ὡρισμέναις συντελουμένων.
また彼らは、このような現象が起きたときに驚くのではなく、むしろ起きないときに驚くのである、それらは各自の固有の周期に従って、永遠の運動と定められた運行によって成し遂げられているのだから、と。
τὴν δʼ οὖν λαμπάδα τοσαύτην ἐσχηκέναι λαμπρότητα καὶ δύναμιν τοῦ φωτός, ὥστʼ ἐπὶ τῆς γῆς σκιὰς ποιεῖν παραπλησίας τῇ σελήνῃ.
ともあれ、その松明は非常に大きな輝きと光の強さを有していたため、地上に月光によるものと似たような影を作った。
§15.50.4κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης ὁ βασιλεὺς ὁρῶν πάλιν ταραττομένην τὴν Ἑλλάδα πρέσβεις ἀπέστειλε, παρακαλῶν συλλύσασθαι τοὺς ἐμφυλίους πολέμους καὶ συνθέσθαι κοινὴν εἰρήνην κατὰ τὰς ὁμολογίας, ἃς πρότερον ἦσαν πεποιημένοι.
同時期に、王アルタクセルクセスはギリシアが再び混乱しているのを見て、内戦を終結させ、以前に締結していた合意に従って共通の平和を結ぶよう勧告するために使節を派遣した。
τῶν Ἑλλήνων δὲ πάντων ἀσμένως προσδεξαμένων τοὺς λόγους, συνέθεντο κοινὴν εἰρήνην αἱ πόλεις πᾶσαι πλὴν Θηβαίων·
すべてのギリシア人がその言葉を喜んで受け入れたので、テバイ人を除くすべての都市が共通の平和を結んだ。
Θηβαῖοι γὰρ μόνοι, τὴν Βοιωτίαν ὑπὸ μίαν ἄγοντες συντέλειαν, οὐ προσεδέχθησαν ὑπὸ τῶν Ἑλλήνων διὰ τὸ πᾶσιν ἀρέσκειν κατὰ πόλιν γίνεσθαι τοὺς ὅρκους καὶ τὰς σπονδάς.
テバイ人だけは、ボイオティアを単一の連合の下に置こうとしていたため、各都市ごとに誓約と不戦条約を交わすことが全員の意向に叶っていたことから、ギリシア人たちに(条約への参加を)承認されなかった。
διόπερ ἔκσπονδοι γενηθέντες ὥσπερ καὶ πρότερον, συνεῖχον τὴν Βοιωτίαν ἐν τῇ καθʼ αὑτοὺς μιᾷ συντελείᾳ.
それゆえ、彼らは以前と同様に条約から除外され、ボイオティアを自分たちによる単一の連合にまとめ続けた。
§15.50.5ἐπὶ δὲ τούτοις οἱ Λακεδαιμόνιοι παροξυνθέντες ἔγνωσαν μεγάλῃ δυνάμει στρατεύειν ἐπʼ αὐτούς, ὡς κοινοὺς πολεμίους·
これに対してラケダイモン人たちは憤慨し、彼らを共通の敵として、大軍を率いて遠征することを決定した。
σφόδρα γὰρ ὑφεωρῶντο τὴν αὔξησιν αὐτῶν, μήποτε τῆς ὅλης Βοιωτίας ἡγούμενοι τὴν ἡγεμονίαν τῆς Σπάρτης καταλύσωσιν, ἐπιλαβόμενοι καιροῦ.
というのも彼らは、テバイ人がボイオティア全土を率いて、好機を捉えてスパルタの覇権を覆すのではないかと、彼らの台頭を強く警戒していたからである。
ἔν τε γὰρ τοῖς γυμνασίοις συνεχῶς διατρίβοντες εὔρωστοι τοῖς σώμασιν ὑπῆρχον, καὶ φύσει φιλοπόλεμοι καθεστῶτες οὐδενὸς ἔθνους Ἑλληνικοῦ ταῖς ἀνδρείαις ἐλείποντο.
実際、彼らは体育場で絶えず鍛錬していたため、頑強な肉体を有しており、生まれつき好戦的であったため、どのギリシアの民族に対しても勇敢さにおいて劣っていなかった。
§15.50.6εἶχον δὲ καὶ ἡγεμόνας ἐπιφανεῖς ταῖς ἀρεταῖς πολλοὺς μὲν καὶ ἄλλους, μεγίστους δὲ τρεῖς, Ἐπαμεινώνδαν καὶ Γοργίαν, ἔτι δὲ καὶ Πελοπίδαν·
また彼らには、卓越した徳を備えた著名な指揮官たちが他にも多くいたが、最も偉大な者が三人いた。 エパメイノンダス、ゴルギアス、そしてペロピダスである。
ἥ τε πόλις τῶν Θηβαίων διὰ τῆς τῶν προγόνων ἐπιφανείας ἐν τοῖς ἡρωικοῖς χρόνοις φρονήματος ἦν πλήρης καὶ μεγάλων ὠρέγετο πραγμάτων.
テバイの都市は、英雄時代の祖先たちの名声によって誇りに満ちており、大いなる企てを熱望していた。
κατὰ μὲν οὖν τοῦτον τὸν ἐνιαυτὸν οἱ Λακεδαιμόνιοι παρεσκευάζοντο πρὸς τὸν πόλεμον καὶ δυνάμεις κατέλεγον τὰς μὲν πολιτικάς, τὰς δὲ παρὰ τῶν συμμάχων.
それゆえ、この年の間、ラケダイモン人たちは戦争の準備をし、市民の軍勢や同盟国からの軍勢を招集していた。

語釈・文法注

  1. 15.50.3τοὺς δὲ μὴ θαυμάζειν... — 間接話法の不定詞 θαυμάζειν の主語対格である τοὺς δέ は、文脈上、前句の「バビロンのカルデア人や他の占星術師たち(τοὺς... ἀστρολόγους)」を指す。彼らは天体現象が独自の周期に則って必然的に起こることを知っているため、そのような現象が起きたときではなく、むしろそれが起きなかったときに(運行に狂いが生じたとして)驚くのだという、自然学者たちの議論を説明している。
  2. 15.50.3συντελουμένων — 現在分詞の属格中性(ないし男性)複数形で、属格独立(genitive absolute)を構成している。省略された主語は、文脈上、前述の「このような(天体の)現象(τὰ τοιαῦτα φαντάσματα)」、あるいはそれが含意する天体の運行を指す。
  3. 15.50.4διὰ τὸ πᾶσιν ἀρέσκειν κατὰ πόλιν γίνεσθαι τοὺς ὅρκους — 前置詞 διά と、冠詞付き不定詞 τὸ ἀρέσκειν (「〜が全員に好まれること、全員の合意であること」)による原因・理由の句。不定詞 ἀρέσκειν の主語は、さらなる対格不定詞句「各都市ごとに誓約がなされること(κατὰ πόλιν γίνεσθαι τοὺς ὅρκους)」全体である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.50.1-15.50.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.50.1-15.50.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。