§15.39.1οἱ δὲ Θηβαῖοι, τῇ τε ῥώμῃ τῶν σωμάτων καὶ ταῖς ἀλκαῖς διαφέροντες καὶ πολλαῖς μάχαις προνενικηκότες τοὺς Λακεδαιμονίους, μετέωροι τοῖς φρονήμασιν ὑπῆρχον καὶ τῆς κατὰ γῆν ἡγεμονίας ἠμφισβήτουν.
テーバイ人たちは、身体の強健さと勇気において優れており、また多くの戦いにおいてすでにスパルタ人たちに勝利を収めていたので、意気揚々として陸上での覇権を要求した。
οὐ διεψεύσθησαν δὲ τῆς ἐλπίδος διὰ τὰς εἰρημένας αἰτίας καὶ διὰ τὸ πλείονας ἔχειν ἀγαθοὺς ἡγεμόνας καὶ στρατηγοὺς κατὰ τοὺς ὑποκειμένους χρόνους.
そして彼らは、上述の理由と、当面の時期により多くの優れた指導者や将軍を有していたことによって、その期待を裏切られなかった。
§15.39.2ἐπιφανέστατοι δʼ ἦσαν Πελοπίδας καὶ Γοργίδας καὶ Ἐπαμεινώνδας·
とりわけ際立っていたのは、ペロピダス、ゴルギダス、そしてエパメイノンダスであった。
οὗτος γὰρ οὐ μόνον τῶν ὁμοεθνούντων, ἀλλὰ καὶ πάντων Ἑλλήνων πολὺ προέσχεν ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει.
というのも、この最後者は同胞のうちだけでなく、すべてのギリシア人のうちでも、勇気と将帥としての知性において遥かに抜きんでていたからである。
μετέσχε γὰρ ἐπὶ πολὺ πάσης παιδείας, καὶ μάλιστα τῆς Πυθαγορικῆς φιλοσοφίας· πρὸς δὲ τούτοις φυσικοῖς προτερήμασι κεχορηγημένος, εἰκότως καὶ πράξεις ἐπιφανεστάτας συνετέλεσεν.
彼はあらゆる教養、とりわけピタゴラス派の哲学を深く修めており、それに加えて天賦の優れた資質に恵まれていたため、きわめて輝かしい偉業を成し遂げたのも当然のことであった。
διὸ καὶ συναναγκασθεὶς ὀλίγοις πολιτικοῖς στρατιώταις πρὸς πάσας τὰς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων δυνάμεις ἀγωνίσασθαι, τοσοῦτον ὑπερέσχε τῶν ἀνικήτων στρατιωτῶν, ὥστε τὸν βασιλέα τῶν Σπαρτιατῶν Κλεόμβροτον ἀνελεῖν, τὸ δὲ πλῆθος τῶν ἀντιταχθέντων ἄρδην σχεδὸν κατακόψαι.
それゆえ、少数の市民兵を率いてスパルタ人とその同盟軍の全軍勢と戦うことを余儀なくされた際にも、あの「無敵の」兵士たちを遥かに圧倒し、その結果スパルタ人の王クレオンブロトスを討ち取り、立ち向かってきた敵の軍勢をほぼ根こそぎ全滅させるに至った。
§15.39.3καὶ τὰ τηλικαῦτα παραδόξως διεπράξατο διὰ τὴν ἀγχίνοιαν καὶ τὴν ἐκ παιδείας αὐτῷ περιγεγενημένην ἀρετήν.
彼はこのような偉業を、彼の機知と、教育によって彼に備わった徳によって、驚くべき形で成し遂げたのである。
ἀλλὰ περὶ μὲν τούτων μικρὸν ὕστερον ἐν τοῖς κατὰ μέρος ἐκτεθεῖσι σαφέστερον δηλώσομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.
しかし、これらについては少し後で個別的に叙述する中でより明確に明かすこととし、今は歴史の連続する記述に戻ることにしよう。