Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.28.1-15.28.5

第二次アテナイ同盟の結成と諸都市の結束

440 / 723 箇所 · ギリシア語

要旨

アテナイがカレアスのアルコン期に、ボイオティア諸都市が反スパルタで結束し、アテナイも同盟を広げて平等な一票を持つ共通評議会を組織し、スパルタはこれに対抗すべく懐柔策と戦備を急いだ。

§15.28.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλέου Ῥωμαῖοι χιλιάρχους ἀντὶ τῶν ὑπάτων κατέστησαν τέτταρας, Λεύκιον Παπίριον, Μάρκον Πόπλιον, Τίτον Κορνήλιον, Κόιντον Λεύκιον.
アテナイでカレアスがアルコンであったとき、ローマ人は執政官に代えて四人の執政武官、すなわちルキウス・パピリウス、マルクス・プブリウス、ティトス・コルネリウス、クィントゥス・ルキウスを任命した。
ἐπὶ δὲ τούτων, Λακεδαιμονίων ἐπταικότων περὶ τὰς Θήβας, οἱ μὲν Βοιωτοὶ θαρρήσαντες συνεστράφησαν, καὶ κοινὴν συμμαχίαν ποιησάμενοι, δύναμιν ἀξιόλογον συνεστήσαντο, προσδοκῶντες ἥξειν τοὺς Λακεδαιμονίους μεγάλαις δυνάμεσιν εἰς τὴν Βοιωτίαν.
これらの者の下で、スパルタ人がテバイ周辺で失敗したため、ボイオティア人たちは勇気を得て結束し、共通の同盟を結んでかなりの軍勢を組織した。 彼らは、スパルタ人が大軍を率いてボイオティアに進撃して来るだろうと予期していたからである。
§15.28.2Ἀθηναῖοι δὲ πρέσβεις τοὺς ἀξιολογωτάτους τῶν παρʼ αὐτοῖς ἐξέπεμψαν ἐπὶ τὰς ὑπὸ Λακεδαιμονίους τεταγμένας πόλεις, παρακαλοῦντες ἀντέχεσθαι τῆς κοινῆς ἐλευθερίας.
アテナイ人は自分たちのうちで最も高名な者たちを使節として、スパルタ人の支配下にあった諸都市へ派遣し、共通の自由を維持するよう呼びかけた。
οἱ γὰρ Λακεδαιμόνιοι διὰ τὸ μέγεθος τῆς περὶ αὐτοὺς δυνάμεως ὑπεροπτικῶς καὶ βαρέως ἦρχον τῶν ὑποτεταγμένων· διόπερ πολλοὶ τῶν ὑπʼ αὐτοὺς τεταγμένων ἀπέκλινον πρὸς τοὺς Ἀθηναίους.
というのも、スパルタ人は自分たちの強大な勢力ゆえに、支配下にある者たちを傲慢かつ過酷に支配していたからであり、そのため彼らの配下にあった多くの者がアテナイ人の側へと傾いたからである。
§15.28.3πρῶτοι δὲ πρὸς τὴν ἀπόστασιν ὑπήκουσαν Χῖοι καὶ Βυζάντιοι, καὶ μετὰ τούτους Ῥόδιοι καὶ Μυτιληναῖοι καὶ τῶν ἄλλων τινὲς νησιωτῶν·
この離反に最初に応じたのはキオス人とビュザンティオン人であり、彼らに続いてロドス人、ミュティレネ人、そしてその他の島民の一部が続いた。
αἰεὶ δὲ μᾶλλον αὐξομένης τῆς τῶν Ἑλλήνων ὁρμῆς πολλαὶ πόλεις προσέθεντο τοῖς Ἀθηναίοις.
ギリシア人たちの熱意がますます高まるにつれて、多くの都市がアテナイ人に加わった。
ὁ δὲ δῆμος μετεωρισθεὶς ἐπὶ τῇ τῶν πόλεων εὐνοίᾳ κοινὸν συνέδριον ἁπάντων τῶν συμμάχων συνεστήσαντο, καὶ συνέδρους ἀπέδειξαν ἑκάστης πόλεως.
アテナイの民衆は、これら諸都市の好意に鼓舞され、すべての同盟者による共通の評議会を設立し、各都市の代表者を任命した。
§15.28.4ἐτάχθη δʼ ἀπὸ τῆς κοινῆς γνώμης τὸ μὲν συνέδριον ἐν ταῖς Ἀθήναις συνεδρεύειν, πόλιν δὲ ἐπʼ ἴσης καὶ μεγάλην καὶ μικρὰν μιᾶς ψήφου κυρίαν εἶναι, πάσας δʼ ὑπάρχειν αὐτονόμους, ἡγεμόσι χρωμένας Ἀθηναίοις.
そして、共通の決定に基づき、評議会はアテナイで会合を持つこと、大都市も小都市も平等に一票の決定権を持つこと、そして、アテナイ人を盟主としつつも、すべての都市が自治を享受することが定められた。
οἱ δὲ Λακεδαιμόνιοι τὴν ὁρμὴν τῶν πόλεων ὁρῶντες ἀκατάσχετον οὖσαν πρὸς τὴν ἀπόστασιν, ὅμως πρεσβείαις καὶ λόγοις φιλανθρώποις, ἔτι δʼ ἐπαγγελίαις εὐεργετικαῖς ἐφιλοτιμοῦντο διορθοῦσθαι τὰς ἀλλοτριότητας τῶν ἀνθρώπων.
スパルタ人は、諸都市の離反への熱意が抑えがたいものであるのを見て取りながらも、使節団や好意的な言葉、さらには恩恵深い約束によって、人々の反感を修復しようと努めた。
§15.28.5ὁμοίως δὲ καὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς ἐποιοῦντο πολλὴν φροντίδα, προσδοκῶντες μέγαν καὶ πολυχρόνιον αὑτοῖς ἔσεσθαι τὸν Βοιωτικὸν πόλεμον, συμμαχούντων τοῖς Θηβαίοις τῶν Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων τῶν κοινωνούντων τοῦ συνεδρίου.
同様に彼らは戦争への準備にも多大の配慮を払った。 アテナイ人や、評議会に参加している他のギリシア人たちがテバイ人と同盟を結んで戦う以上、このボイオティア戦争は自分たちにとって大規模で長期にわたるものになるだろうと予期していたからである。

語釈・文法注

  1. §15.28.3ὁ δὲ δῆμος ... συνεστήσαντο, καὶ ... ἀπέδειξαν — 主語である単数名詞「ὁ δῆμος」(民衆)に対して、動詞「συνεστήσαντο」および「ἀπέδειξαν」が三人称複数形をとっている。これは、文法的な格変化の一致よりも意味上の複数性(集合名詞としてのアテナイ市民全体)を優先する「意味に基づく不一致」(constructio ad sensum)の典型例である。
  2. §15.28.4ἐτάχθη δʼ ... τὸ μὲν συνέδριον ... συνεδρεύειν — 非人称的に用いられた受動動詞「ἐτάχθη」(〜が定められた)に対して、3つの対格不定詞句(τὸ μὲν συνέδριον... συνεδρεύειν, πόλιν δὲ... εἶναι, πάσας δʼ ὑπάρχειν...)が主語として並列されている。これらの不定詞の意味上の主語はそれぞれ対格(τὸ συνέδριον, πόλιν, πάσας)で表されている。
  3. §15.28.5συμμαχούντων τοῖς Θηβαίοις τῶν Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων τῶν κοινωνούντων τοῦ συνεδρίου — 文末の属格絶対。現在分詞「συμμαχούντων」の主語として属格の名詞句「τῶν Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων...」が置かれている。主節の主語(スパルタ人)とは異なる主体による状況や原因を表しており、ここでは戦争が長期化する「理由(〜なので)」として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.28.1-15.28.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.28.1-15.28.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。