§15.30.1πολλαὶ μὲν οὖν καὶ τῶν ἄλλων πόλεων διὰ τὴν εἰρημένην αἰτίαν προεκλήθησαν πρὸς τοὺς Ἀθηναίους ἀποκλῖναι, πρῶται δὲ καὶ προθυμότατα συνεμάχησαν αἱ κατὰ τὴν Εὔβοιαν οἰκοῦσαι χωρὶς Ἑστιαίας·
こうして、それ以外の多くの都市も、前述の理由によってアテナイ人の側へと傾くよう促されたが、最初に、かつ最も熱心に同盟を結んだのは、ヘスティアイアを除くエウボイアに居住する人々であった。
αὕτη γὰρ εὐηργετημένη μὲν ὑπὸ Λακεδαιμονίων μεγάλα, πεπολεμημένη δὲ δεινῶς ὑπὸ Ἀθηναίων, εὐλόγως πρὸς μὲν Ἀθηναίους ἀδιάλυτον ἐφύλαττε τὴν ἔχθραν, πρὸς δὲ τοὺς Σπαρτιάτας βεβαίαν τὴν πίστιν διεφύλαττεν.
というのも、ヘスティアイアはスパルタ人から多大な恩恵を受けていた一方で、アテナイ人からは激しく攻められた歴史があったため、当然ながらアテナイ人に対しては解消しがたい敵意を抱き続け、スパルタ人に対しては確固たる忠誠を維持していたからである。
§15.30.2οὐ μὴν ἀλλὰ τοῖς Ἀθηναίοις εἰς συμμαχίαν συνέβησαν ἑβδομήκοντα πόλεις καὶ μετέσχον ἐπʼ ἴσης τοῦ κοινοῦ συνεδρίου·
それどころか、実際には七十の都市がアテナイ人との同盟に参加し、対等に共同評議会に加わることになった。
διὸ καὶ τοῖς Ἀθηναίοις αἰεὶ μᾶλλον τῆς δυνάμεως αὐξομένης, τοῖς δὲ Λακεδαιμονίοις ταπεινουμένης, ἐφάμιλλον τὴν ἰσχὺν τῶν πόλεων συνέβαινε γίνεσθαι.
それゆえ、アテナイ人の勢力が常に増大する一方で、スパルタ人の勢力は衰退し、両都市の力は拮抗するに至った。
οἱ δʼ Ἀθηναῖοι, τῶν πραγμάτων αὐτοῖς κατὰ νοῦν προχωρούντων, δύναμιν ἐξέπεμψαν εἰς τὴν Εὔβοιαν τὴν παραφυλάξουσαν μὲν τοὺς συμμάχους, καταπολεμήσουσαν δὲ τοὺς ἐναντίους.
アテナイ人は、事態が自分たちの望み通りに進む中で、同盟諸都市を護衛し、敵対者たちを打ち負かすための軍勢をエウボイアへ派遣した。
§15.30.3κατὰ δὲ τὴν Εὔβοιαν βραχὺ μὲν πρὸ τούτων τῶν χρόνων Νεογένης τις ὄνομα μετʼ Ἰάσονος τοῦ Φεραίου συλλέξας στρατιώτας κατελάβετο τήν τε ἀκρόπολιν τῶν Ἑστιαιέων, καὶ τύραννον ἑαυτὸν ἀπέδειξε ταύτης τῆς χώρας καὶ τῆς τῶν Ὠρειτῶν πόλεως.
この時代より少し前に、エウボイアではネオゲネスという名の者が、フェライのイアソンと共に兵を集め、ヘスティアイア人のアクロポリスを占拠し、この地方およびオレイテスの都市の僭主を自称した。
ἄρχοντος δʼ αὐτοῦ βιαίως καὶ ὑπερηφάνως Λακεδαιμόνιοι Θηριπίδην ἀπέστειλαν ἐπʼ αὐτόν.
彼が暴力的かつ傲慢に支配していたため、スパルタ人はテリピデスを彼の元へ派遣した。
§15.30.4ὁ δὲ τὸ μὲν πρῶτον ἐπεχείρει λόγοις τὸν τύραννον ἐκχωρεῖν ἐκ τῆς ἀκροπόλεως·
テリピデスは、最初は言葉によって僭主をアクロポリスから退去させようとした。
ὡς δʼ οὐ προσεῖχε, παρακαλέσας τοὺς ἐγχωρίους πρὸς τὴν ἐλευθερίαν ἐξεπολιόρκησε τὸ χωρίον καὶ τοῖς Ὠρείταις τὴν ἐλευθερίαν ἀποκατέστησεν, διʼ ἣν αἰτίαν οἱ τὴν Ἑστιαιέων καλουμένην χώραν οἰκοῦντες οἰκείως διετέθησαν πρὸς τοὺς Σπαρτιάτας, καὶ βεβαίως ἐτήρουν τὴν φιλίαν.
しかし彼が耳を貸さなかったので、現地の人々に自由を呼びかけてその地を包囲攻略し、オレイテスの人々に自由を取り戻した。 このような理由から、ヘスティアイアと呼ばれる地方に住む人々は、スパルタ人に対して親愛の情を抱き続け、その友好関係を堅実に維持していた。
§15.30.5τῆς δʼ ὑπὸ τῶν Ἀθηναίων ἐκπεμφθείσης δυνάμεως ἡγούμενος Χαβρίας ἐπόρθησε τὴν Ἑστιαιῶτιν χώραν, καὶ τὴν καλουμένην μὲν Μητρόπολιν, κειμένην δʼ ἐπί τινος ἐρυμνοῦ λόφου, τειχίσας, ἀπέλιπεν ἐν αὐτῇ φρουράν, αὐτὸς δὲ ταῖς Κυκλάσι νήσοις ἐπιπλέων προσηγάγετο Πεπάρηθον καὶ Σκίαθον καί τινας ἄλλας τεταγμένας ὑπὸ Λακεδαιμονίοις.
アテナイ人から派遣された軍勢を率いるハブリアスは、ヘスティアイアの領地を略奪し、メトロポリスと呼ばれる、険しい丘の上にある場所を城壁で囲んでそこに守備隊を残した。 そして自身はキクラデス諸島へ船で向かい、ペパレトスやスキアトス、その他スパルタ人の配下に置かれていた幾つかの島を味方に引き入れた。