§15.26.1ὁ δὲ δῆμος τῶν Ἀθηναίων διακούσας τῶν πρέσβεων ἐψηφίσατο παραχρῆμα δύναμιν ὡς πλείστην ἀποστεῖλαι τὴν ἐλευθερώσουσαν τὰς Θήβας, ἅμα μὲν τῆς εὐεργεσίας ἀποδιδοὺς τὰς χάριτας, ἅμα δὲ βουλόμενος τοὺς Βοιωτοὺς ἐξιδιώσασθαι καὶ συναγωνιστὰς ἰσχυροὺς ἔχειν κατὰ τῆς Λακεδαιμονίων ὑπεροχῆς·
アテナイの民衆は、使節たちの言い分を詳しく聞き終えると、テバイを解放するために即座にできる限り多くの軍勢を派遣することを議決した。 これは、一つには過去の恩恵に対して感謝を報いるためであり、もう一つにはボイオティア人を味方に引き入れ、スパルタの覇権に対抗するための強力な共闘者とすることを望んだからである。
τὸ γὰρ ἔθνος τοῦτο καὶ πλήθει τῶν ἀνδρῶν καὶ ἀνδρείᾳ κατὰ πόλεμον οὐδενὸς τῶν Ἑλληνικῶν ἐδόκει λείπεσθαι.
というのも、この民族は、兵員の多さにおいても戦いにおける勇敢さにおいても、ギリシアのどの民族にも劣らないと考えられていたからである。
§15.26.2τέλος δὲ Δημοφῶν κατασταθεὶς στρατηγός, καὶ παραχρῆμα πεντακισχιλίους ὁπλίτας καὶ πεντακοσίους ἱππεῖς καταλέξας, τῇ ὑστεραίᾳ τὴν δύναμιν ἅμʼ ἡμέρᾳ προήγαγεν ἐκ τῆς πόλεως, καὶ δρομαῖος ἠπείγετο, φθάσαι σπεύδων τοὺς Λακεδαιμονίους·
ついにデモポンが将軍に任命され、即座に重装歩兵五千人と騎兵五百人を招集すると、翌日の夜明けとともにその軍勢を市から出撃させ、スパルタ人に先んじることを急いで駆け足で進軍した。
οὐδὲν δʼ ἧττον ὁ δῆμος παρεσκευάζετο πανδημεὶ στρατεύειν εἰς τὴν Βοιωτίαν, ἐὰν ᾖ χρεία.
しかしながら、民衆は、必要があれば総力を挙げてボイオティアへ遠征できるよう、劣らず準備を進めていた。
§15.26.3ὁ δὲ Δημοφῶν συντόμοις ταῖς ὁδοῖς χρησάμενος παραδόξως ἐπεφάνη τοῖς Θηβαίοις.
デモポンは近道を使ったため、予想外の早さでテバイ人の前に現れた。
ὁμοίως δὲ καὶ ἐκ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Βοιωτίαν πολλῶν στρατιωτῶν συνδραμόντων, ταχὺ μεγάλη δύναμις ἠθροίσθη τοῖς Θηβαίοις.
同様に、ボイオティア各地の他の諸都市からも多くの兵士たちが駆けつけたため、テバイ人のもとには瞬く間に大軍が結集した。
§15.26.4ὁπλῖται μὲν γὰρ συνῆλθον οὐκ ἐλάττους τῶν μυρίων καὶ δισχιλίων, ἱππεῖς δὲ πλείους τῶν δισχιλίων.
集まった重装歩兵は一万二千人を下回らず、騎兵は二千人を超えていた。
πάντων δὲ προθύμως ἐπὶ τὴν πολιορκίαν ὁρμησάντων διελόμενοι τὰ πλήθη τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, προσκαρτεροῦντες τοῖς κινδύνοις συνεχῶς καὶ καθʼ ἡμέραν καὶ νυκτός.
全員が熱意を抱いて包囲戦へと赴くと、軍勢を分割して交代で攻撃を行い、昼も夜も絶え間なく危険に立ち向かい耐え抜いた。