§15.17.1Λεπτίνης μὲν γὰρ ἐπὶ θατέρου κέρως τεταγμένος καὶ διαφέρων ἀνδρείᾳ, μαχόμενος ἡρωικῶς καὶ πολλοὺς ἀνελὼν τῶν Καρχηδονίων ἐπιφανῶς κατέστρεψε τὸν βίον·
というのも、一方の翼に配置され、勇敢さにおいて際立っていたレプティネスは、英雄的に戦い、多くのカルタゴ人を倒したものの、輝かしくその生涯を終えたからである。
τούτου δὲ πεσόντος οἱ Φοίνικες θαρρήσαντες καὶ βιασάμενοι τοὺς ἀντιτεταγμένους ἐτρέψαντο.
彼が倒れると、フェニキア人たちは勇気を得て、対峙する者たちを圧倒し、敗走させた。
§15.17.2Διονύσιος δὲ τὸ μὲν πρῶτον ἔχων ἐπιλέκτους τοὺς συντεταγμένους προετέρει τῶν ἀντιτεταγμένων·
ディオニュシオスは、最初は、整列した部下たちを精鋭として従えて対峙する敵に対して優勢であった。
ὡς δʼ ὁ τοῦ Λεπτίνου θάνατος ἐγνώσθη καὶ τὸ ἕτερον κέρας συνετέτριπτο, κατεπλάγησαν οἱ τοῦ Διονυσίου καὶ πρὸς φυγὴν ὥρμησαν.
しかし、レプティネスの死が知られ、もう一方の翼が壊滅すると、ディオニュシオスの部下たちは恐怖に陥り、逃走し始めた。
§15.17.3τροπῆς δὲ παντελοῦς γενομένης, οἱ μὲν Καρχηδόνιοι φιλοτιμότερον καταδιώξαντες παρήγγελλον ἀλλήλοις μηδένα ζωγρεῖν·
完全な敗走が生じると、カルタゴ人たちはいつも以上に激しく追撃し、誰も生け捕りにするなと互いに命じ合った。
διὸ καὶ πάντων τῶν περικαταλαμβανομένων ἀναιρουμένων πᾶς ὁ πλησίον τόπος νεκρῶν ἐπληρώθη.
それゆえ、包囲された者がことごとく殺されたため、付近のすべての場所が死体で満たされた。
§15.17.4τοσοῦτος δʼ ἐγένετο φόνος, μνησικακούντων τῶν Φοινίκων, ὥστε τοὺς ἀναιρεθέντας εὑρεθῆναι τῶν Σικελιωτῶν πλείους τῶν μυρίων καὶ τετρακισχιλίων.
フェニキア人たちが過去の怨恨を抱いていたため、非常に多くの殺戮が行われたので、シケリア人のうち殺された者が1万4千人以上に上ることが判明した。
οἱ δὲ περιλειφθέντες καταφυγόντες εἰς τὴν παρεμβολὴν τῆς νυκτὸς ἐπιγενομένης διεσώθησαν.
生き残った者たちは陣営に逃げ込み、夜が訪れたことで命を救われた。
οἱ δὲ Καρχηδόνιοι μεγάλῃ παρατάξει νικήσαντες ἀνεχώρησαν εἰς Πάνορμον.
カルタゴ人たちは大がかりな会戦で勝利を収め、パノルモスへと撤退した。
§15.17.5ἀνθρωπίνως δὲ τὴν εὐημερίαν ἐνεγκόντες ἀπέστειλαν πρεσβευτάς, δόντες ἐξουσίαν τῷ Διονυσίῳ καταλύσασθαι τὸν πόλεμον.
しかし、彼らは勝利を節度をもって受け止め、ディオニュシオスに戦争を終わらせる権限を与えて使節を派遣した。
ἀσμένως δὲ τοῦ τυράννου προσδεξαμένου τοὺς λόγους ἐγένοντο διαλύσεις, ὥστʼ ἔχειν ἀμφοτέρους ὧν πρότερον ὑπῆρχον κύριοι·
僭主がその提案を喜んで受け入れると講和が成立し、双方が以前支配していたものをそのまま保持することになった。
ἐξαίρετον δʼ ἔλαβον οἱ Καρχηδόνιοι τὴν τῶν Σελινουντίων πόλιν τε καὶ χώραν καὶ τῆς Ἀκραγαντίνης μέχρι τοῦ Ἁλύκου καλουμένου ποταμοῦ.
ただし、カルタゴ人たちは、セリヌスの市とその領土、およびアクラガス領のうちハリュコスと呼ばれる川に至るまでの地域を特権として獲得した。
ἔτισε δὲ Διονύσιος τοῖς Καρχηδονίοις τάλαντα χίλια.
また、ディオニュシオスはカルタゴ人に1000タラントンを支払った。
καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
シケリアの情勢はこのような状態にあった。