§15.19.1Λακεδαιμόνιοι δὲ μετὰ τὸν τοῦ Γλῶ καὶ τοῦ Ταχῶ θάνατον τὰς μὲν κατὰ τὴν Ἀσίαν πράξεις ἀπέγνωσαν, τὰ δὲ κατὰ τὴν Ἑλλάδα συσκευαζόμενοι, καὶ τῶν πόλεων ἃς μὲν πειθοῖ προσαγόμενοι, ἃς δὲ διὰ τῆς τῶν φυγάδων καθόδου βίᾳ χειρούμενοι, φανερῶς ἤδη τὴν ἡγεμονίαν τῆς Ἑλλάδος εἰς ἑαυτοὺς μεθίστασαν παρὰ τὰς κοινὰς συνθήκας τὰς ἐπʼ Ἀνταλκίδου γενομένας συνεπιλαβομένου τοῦ Περσῶν βασιλέως.
スパルタ人は、グロースとタコスの死後、アジアにおける活動を断念した。 しかし彼らはギリシアにおける出来事を自らの都合の良いようにまとめようとし、諸都市のうちあるものは説得によって味方に引き入れ、あるものは追放者の帰還によって暴力的に従属させ、ペルシア王の協力を得てなされたアンタルキダスの共同条約に反して、今や公然とギリシアの覇権を自らに移しつつあった。
§15.19.2κατὰ δὲ τὴν Μακεδονίαν Ἀμύντου τοῦ βασιλέως ἡττηθέντος ὑπὸ Ἰλλυριῶν καὶ τὰ κατὰ τὴν ἀρχὴν ἀπογνόντος, πρὸς δὲ τούτοις τῷ δήμῳ τῶν Ὀλυνθίων δωρησαμένου πολλὴν τῆς ὁμόρου χώρας διὰ τὴν ἀπόγνωσιν τῆς ἑαυτοῦ δυναστείας, τὸ μὲν πρῶτον ὁ δῆμος ὁ τῶν Ὀλυνθίων τὰς προσόδους ἐλάμβανε τὰς ἐκ τῆς δοθείσης χώρας, μετὰ δὲ ταῦτʼ ἀνελπίστως τοῦ βασιλέως ἀναλαβόντος ἑαυτὸν καὶ τὴν ὅλην ἀρχὴν ἀνακτησαμένου οἱ μὲν Ὀλύνθιοι τὴν χώραν ἀπαιτηθέντες οὐχ οἷοι ἦσαν ἀποδιδόναι.
マケドニアにおいては、王アミュンタスがイリュリア人に敗れて支配権を諦め、さらに自らの権力の存続を断念したために隣接する領土の多くをオリンュトス民衆に与えたので、最初、オリンュトス民衆は与えられた領土からの収入を受け取っていた。 しかし、その後、王が予想外に立ち直り、支配権全体を回復すると、オリンュトス人たちは領土の返還を求められたものの、それを返還しようとはしなかった。
§15.19.3διόπερ Ἀμύντας ἰδίαν τε δύναμιν συνεστήσατο καὶ τοὺς Λακεδαιμονίους ποιησάμενος συμμάχους ἔπεισεν ἐξαποστεῖλαι στρατηγὸν καὶ δύναμιν ἀξιόλογον ἐπὶ τοὺς Ὀλυνθίους.
それゆえ、アミュンタスは独自の軍隊を組織し、またスパルタ人を同盟者とすることで、オリンュトス人に対して将軍と相当な規模の軍隊を派遣するよう彼らを説得した。
οἱ δὲ Λακεδαιμόνιοι κρίναντες ἀντέχεσθαι τῶν ἐπὶ Θρᾴκης τόπων, κατέλεξαν στρατιώτας ἔκ τε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τοὺς ἅπαντας ὑπὲρ μυρίους·
スパルタ人たちはトラキア地方に固執すべきだと判断し、市民および同盟者から総計1万人を超える兵士を動員した。
παραδόντες δὲ τὴν δύναμιν Φοιβίδᾳ τῷ Σπαρτιάτῃ προσέταξαν συμμαχεῖν τῷ Ἀμύντᾳ καὶ μετʼ ἐκείνου πολεμῆσαι τοὺς Ὀλυνθίους.
そして、この軍隊をスパルタ人ポイビダスに委ね、彼にアミュンタスと同盟し、彼とともにオリンュトス人と戦うよう命じた。
ἑτέραν δὲ δύναμιν ἐπὶ Φλιουντίους ἐκπέμψαντες καὶ μάχῃ νικήσαντες ἠνάγκασαν ὑποταγῆναι τοὺς Φλιουντίους τοῖς Λακεδαιμονίοις.
また、別の軍隊をフリウス人に対して派遣して戦闘で破り、フリウス人をスパルタ人に従属させた。
§15.19.4κατὰ δὲ τοῦτον τὸν χρόνον οἱ βασιλεῖς τῶν Λακεδαιμονίων διεφέροντο πρὸς ἀλλήλους ταῖς αἱρέσεσιν·
この時期、スパルタの王たちはその方針において互いに対立していた。
Ἀγησίπολις μὲν γάρ, εἰρηνικὸς ὢν καὶ δίκαιος, ἔτι δὲ καὶ συνέσει διαφέρων, ἔφη δεῖν ἐμμένειν τοῖς ὅρκοις καὶ παρὰ τὰς κοινὰς συνθήκας μὴ καταδουλοῦσθαι τοὺς Ἕλληνας·
アゲシポリスは平和を愛し、正義を重んじ、さらに思慮深さにおいても傑出しており、誓いを遵守すべきであって、共同条約に反してギリシア人を奴隷化すべきではないと主張した。
ἀδοξεῖν γὰρ ἀπεφήνατο τὴν Σπάρτην τοῖς μὲν Πέρσαις ἐκδότους πεποιημένην τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, αὐτὴν δὲ συσκευαζομένην τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, ἐν ταῖς κοιναῖς συνθήκαις ὀμόσασαν τηρήσειν αὐτονόμους.
彼は、スパルタがアジアのギリシア人をペルシア人に引き渡した一方で、共同条約においてそれらの自立を守ると誓っておきながら、自らはギリシアの諸都市を自らの支配下に収めようとしているのは、悪評を招くことになると指摘した。
ὁ δʼ Ἀγησίλαος, ὢν φύσει δραστικός, φιλοπόλεμος ἦν καὶ τῆς τῶν Ἑλλήνων δυναστείας ἀντείχετο.
しかしアゲシラオスは、生まれつき行動的で、戦争を好み、ギリシアにおける覇権に固執していた。