§14.91.1οἱ δὲ τὴν Ἰταλίαν κατοικοῦντες Ἕλληνες ἑώρων μὲν μέχρι τῆς ἑαυτῶν χώρας προβαίνουσαν τὴν Διονυσίου πλεονεξίαν, συμμαχίαν δὲ πρὸς ἀλλήλους ἐποιήσαντο καὶ συνέδριον ἐγκατεσκεύαζον.
イタリアに居住するギリシア人たちは、ディオニュシオスの貪欲が自分たちの領土にまで及んでいるのを目にしていたが、お互いに同盟を結び、共通の評議会を設立した。
ἤλπιζον γὰρ τὸν Διονύσιον ῥᾳδίως ἀμυνεῖσθαι καὶ τοῖς παροικοῦσι Λευκανῶν ἀντιτάξεσθαι·
というのも、彼らはディオニュシオスを容易に撃退し、かつ近隣のルカニア人たちに立ち向かうことができると期待していたからである。
καὶ γὰρ οὗτοι τότε διεπολέμουν πρὸς αὐτούς.
なぜなら、後者も当時、彼らと戦争を行っていたからである。
§14.91.2οἱ δὲ τὸ Λέχαιον τῆς Κορινθίας κατέχοντες φυγάδες νυκτὸς ὑπό τινων εἰσαχθέντες ἐνεχείρησαν μὲν καταλαμβάνειν τὰ τείχη, τῶν δὲ μετʼ Ἰφικράτους ἐκβοηθησάντων τριακοσίους ἐξ αὑτῶν ἀποβαλόντες ἔφυγον ἐπὶ τὸν ναύσταθμον.
一方、コリントス領のレカイオンを占拠していた亡命者たちは、夜間に一部の者たちによって引き入れられて城壁を占拠しようと試みたが、イフィクラテス率いる兵たちが救援に駆けつけたため、自分たちのうちの三百人を失って軍港へと逃亡した。
μετὰ δέ τινας ἡμέρας τῶν Λακεδαιμονίων μέρος τῆς στρατιᾶς διῄει διὰ τῆς Κορινθίας χώρας, οἷς Ἰφικράτης καί τινες τῶν ἐν Κορίνθῳ συμμάχων ἐπιπεσόντες τοὺς πλείστους ἀνεῖλον.
数日後、ラケダイモン人の軍勢の一部がコリントス領を通過していたが、彼らにイフィクラテスとコリントスにいる同盟者の一部が襲いかかり、その大部分を殺害した。
§14.91.3Ἰφικράτης δὲ μετὰ τῶν πελταστῶν ἐπὶ Φλιασίαν στρατεύσας, καὶ μάχην τοῖς ἐκ τῆς πόλεως συνάψας, τούτων μὲν πλείους τριακοσίων ἀπέκτεινε·
イフィクラテスは軽装歩兵を率いてフリアシア地方へと遠征し、市から出てきた者たちと戦闘を交えて、そのうち三百人以上を殺害した。
μετὰ δὲ ταῦτα ἐπὶ Σικυῶνα αὐτοῦ πορευθέντος, οἱ Σικυώνιοι παραταξάμενοι πρὸ τῶν τειχῶν ἀπέβαλον περὶ πεντακοσίους καὶ συνέφυγον εἰς τὴν πόλιν.
その後、彼がシキオンへと向かったところ、シキオン人たちは城壁の前に布陣したものの、約五百人を失って市の中に逃げ込んだ。