§14.91.1οἱ δὲ τὴν Ἰταλίαν κατοικοῦντες Ἕλληνες ἑώρων μὲν μέχρι τῆς ἑαυτῶν χώρας προβαίνουσαν τὴν Διονυσίου πλεονεξίαν, συμμαχίαν δὲ πρὸς ἀλλήλους ἐποιήσαντο καὶ συνέδριον ἐγκατεσκεύαζον.
The Greeks inhabiting Italy saw the greed of Dionysius advancing as far as their own territory, and they formed an alliance with one another and established a common council.
ἤλπιζον γὰρ τὸν Διονύσιον ῥᾳδίως ἀμυνεῖσθαι καὶ τοῖς παροικοῦσι Λευκανῶν ἀντιτάξεσθαι· καὶ γὰρ οὗτοι τότε διεπολέμουν πρὸς αὐτούς.
For they hoped easily to ward off Dionysius and to oppose the neighboring Lucanians; for these too were at that time waging war against them.
§14.91.2οἱ δὲ τὸ Λέχαιον τῆς Κορινθίας κατέχοντες φυγάδες νυκτὸς ὑπό τινων εἰσαχθέντες ἐνεχείρησαν μὲν καταλαμβάνειν τὰ τείχη, τῶν δὲ μετʼ Ἰφικράτους ἐκβοηθησάντων τριακοσίους ἐξ αὑτῶν ἀποβαλόντες ἔφυγον ἐπὶ τὸν ναύσταθμον.
Meanwhile, the exiles who held Lechaeum in the Corinthian territory, having been let in by some during the night, attempted to seize the walls, but when the forces under Iphicrates came to the rescue, they lost three hundred of their own number and fled to the naval station.
μετὰ δέ τινας ἡμέρας τῶν Λακεδαιμονίων μέρος τῆς στρατιᾶς διῄει διὰ τῆς Κορινθίας χώρας, οἷς Ἰφικράτης καί τινες τῶν ἐν Κορίνθῳ συμμάχων ἐπιπεσόντες τοὺς πλείστους ἀνεῖλον.
After some days, a part of the Lacedaemonian army was passing through the Corinthian territory, and Iphicrates and some of the allies in Corinth fell upon them and slew most of them.
§14.91.3Ἰφικράτης δὲ μετὰ τῶν πελταστῶν ἐπὶ Φλιασίαν στρατεύσας, καὶ μάχην τοῖς ἐκ τῆς πόλεως συνάψας, τούτων μὲν πλείους τριακοσίων ἀπέκτεινε· μετὰ δὲ ταῦτα ἐπὶ Σικυῶνα αὐτοῦ πορευθέντος, οἱ Σικυώνιοι παραταξάμενοι πρὸ τῶν τειχῶν ἀπέβαλον περὶ πεντακοσίους καὶ συνέφυγον εἰς τὴν πόλιν.
And Iphicrates, marching into the territory of Phlius with his peltasts, joined battle with those from the city and slew more than three hundred of them; and after this, when he marched against Sicyon, the Sicyonians, having drawn up their lines before the walls, lost about five hundred men and fled together into the city.