§14.92.1τούτων δὲ πραχθέντων Ἀργεῖοι μετὰ τῶν ὅπλων πανδημεὶ στρατεύσαντες εἰς Κόρινθον τήν τʼ ἀκρόπολιν κατελάβοντο καὶ τὴν πόλιν ἐξιδιοποιησάμενοι τὴν Κορινθίων χώραν Ἀργείαν ἐποίησαν.
これらのことが行われた後、アルゴス人たちは全軍を率いてコリントスへと遠征し、アクロポリスを占領し、その市を自分たちのものとした上で、コリントス人の領土をアルゴスの領土とした。
§14.92.2ἐπεβάλετο δὲ καὶ Ἰφικράτης ὁ Ἀθηναῖος καταλαβέσθαι τὴν πόλιν, ἐπιτήδειον οὖσαν εἰς τὴν τῆς Ἑλλάδος ἡγεμονίαν·
アテナイ人のイフィクラテスもまた、ギリシアの覇権にとって好都合な位置にあるその市を占領しようと企てた。
τοῦ δὲ δήμου κωλύσαντος οὗτος μὲν ἀπέθετο τὴν ἀρχήν, οἱ δʼ Ἀθηναῖοι Χαβρίαν ἀντʼ αὐτοῦ στρατηγὸν εἰς τὴν Κόρινθον ἐξέπεμψαν.
しかし、民衆がそれを阻止したため、彼は指揮権を辞任し、アテナイ人たちは彼の代わりにカブリアスを将軍としてコリントスへと派遣した。
§14.92.3κατὰ δὲ τὴν Μακεδονίαν Ἀμύντας ὁ Φιλίππου πατὴρ Ἰλλυριῶν ἐμβαλόντων εἰς Μακεδονίαν ἐξέπιπτεν ἐκ τῆς χώρας·
マケドニアにおいては、フィリッポスの父アミュンタスが、イルリア人たちのマケドニア侵入によって国から追放された。
ἀπογνοὺς δὲ τὴν ἀρχὴν Ὀλυνθίοις μὲν τὴν σύνεγγυς χώραν ἐδωρήσατο, αὐτὸς δὲ τότε μὲν ἀπέβαλε τὴν βασιλείαν, μετʼ ὀλίγον δὲ χρόνον ὑπὸ Θετταλῶν καταχθεὶς ἀνεκτήσατο τὴν ἀρχήν, καὶ ἐβασίλευσεν ἔτη εἴκοσι τέτταρα.
彼は支配権を諦めて、隣接する領土をオリンティオス人たちに贈与し、自らはその時には王位を失ったものの、しばらくの後にテッサリア人たちによって呼び戻されて支配権を回復し、二十四年間王位にあった。
§14.92.4ἔνιοι δέ φασι μετὰ τὴν ἔκπτωσιν τὴν Ἀμύντου διετῆ χρόνον Ἀργαῖον βασιλεῦσαι τῶν Μακεδόνων, καὶ τότε τὸν Ἀμύνταν ἀνακτήσασθαι τὴν βασιλείαν.
しかし、一部の者たちは、アミュンタスの追放の後、アルガイオスが二年の間マケドニア人たちを支配し、その時にアミュンタスが王位を取り戻したのだと主張している。