Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.9.1-14.9.9

ディオニュシオスの反撃とカンパニア人のエンテラ占領

303 / 723 箇所 · ギリシア語

要旨

シラクサ人たちは、ディオニュシオスに退去の許可を与えて油断したため反撃され敗走する。ディオニュシオスを救援したカンパニア人たちは、その後エンテラを急襲して非道にも占有する。

§14.9.1τούτων δὲ πραχθέντων οἱ μὲν Συρακόσιοι τὴν ἐξουσίαν δόντες τῷ τυράννῳ μετὰ πέντε νεῶν ἀποπλεῖν, ῥᾳθυμότεροι καθειστήκεσαν, καὶ τοὺς μὲν ἱππεῖς ἀπέλυσαν οὐδὲν χρησίμους ὄντας πρὸς τὴν πολιορκίαν, τῶν δὲ πεζῶν οἱ πλεῖστοι κατὰ τὴν χώραν ἐξῄεσαν ὡς ἤδη καταλελυμένης τῆς τυραννίδος.
これらのことが行われると、シラクサ人たちは、5隻の船とともに退去する許可を僭主に与えたので、すっかり油断してしまい、包囲戦には全く役に立たない騎兵たちを解散させ、歩兵の大部分は、僭主政がすでに打倒されたかのように、地方へと去っていった。
§14.9.2οἱ δὲ Καμπανοὶ ταῖς ἐπαγγελίαις μετεωρισθέντες τὸ μὲν πρῶτον ἐπʼ Ἀγύριον παρεγενήθησαν·
一方、カンパニア人たちは約束に鼓舞されて、最初はアギュリオンへと赴いた。
ἐκεῖ δὲ τὴν ἀποσκευὴν Ἄγυρι παραθέμενοι τῷ δυναστεύοντι τῆς πόλεως ἐξώρμησαν ἐπὶ Συρακούσας εὔζωνοι, τὸν ἀριθμὸν ὄντες ἱππεῖς χίλιοι διακόσιοι.
そこで、その都市の支配者アギュリスに荷物を預けて、身軽な装備でシラクサに向けて急行した。 その数は1200人の騎兵であった。
§14.9.3ταχὺ δὲ διανύσαντες τὴν ὁδὸν ἀπροσδοκήτως ἐπεφάνησαν τοῖς Συρακοσίοις, καὶ πολλοὺς αὐτῶν ἀνελόντες εἰσεβιάσαντο πρὸς τὸν Διονύσιον.
彼らは素早く道を進み、シラクサ人たちの前に予期せず姿を現し、彼らの多くを殺害して、ディオニュシオスのところへ強行突入した。
κατέπλευσαν δὲ καὶ τριακόσιοι μισθοφόροι τῷ τυράννῳ κατὰ τὸν αὐτὸν καιρόν, ὥστε αὐτὸν ἀνακῦψαι ταῖς ἐλπίσιν.
また、同じ時期に、僭主のために300人の傭兵も船で到着したため、彼は希望を取り戻した。
§14.9.4οἱ δὲ Συρακόσιοι πάλιν τῆς δυναστείας ἰσχυροποιουμένης ἐστασίασαν πρὸς ἀλλήλους, τῶν μὲν ἀποφαινομένων μένειν καὶ πολιορκεῖν, τῶν δὲ λύειν τὸ στρατόπεδον καὶ τὴν πόλιν ἐκλιπεῖν.
しかしシラクサ人たちは、再び支配力が強化されつつあったため、互いに反目を生じ、一方の者たちは留まって包囲を続けるべきだと主張し、他方の者たちは陣をたたんで市から退去すべきだと主張した。
§14.9.5ἃ δὴ συνιδὼν ὁ Διονύσιος ἐξήγαγεν ἐπʼ αὐτοὺς τὴν δύναμιν, καὶ τεταραγμένοις ἐπιπεσὼν ῥᾳδίως ἐτρέψατο περὶ τὴν Νέαν πόλιν καλουμένην.
これを察知したディオニュシオスは、彼らに向けて軍を繰り出し、混乱している彼らに襲いかかり、いわゆるネアポリス付近で容易に敗走させた。
ἀνῃρέθησαν μὲν οὖν οὐ πολλοί·
殺された者は多くはなかった。
παριππεύων γὰρ ὁ Διονύσιος ἐκώλυσε φονεύειν τοὺς φεύγοντας·
というのも、ディオニュシオスが馬で並走しながら、逃亡する者たちを殺害するのを禁じたからである。
οἱ δὲ Συρακόσιοι παραχρῆμα μὲν κατὰ τὴν χώραν ἐσκεδάσθησαν, μετʼ ὀλίγον δὲ πρὸς τοὺς ἱππεῖς εἰς Αἴτνην ἠθροίσθησαν ὑπὲρ τοὺς ἑπτακισχιλίους.
シラクサ人たちは直ちには地方に散り散りになったが、少しのちに、エトナの騎兵たちのもとに集まり、その数は七千人を超えた。
§14.9.6Διονύσιος δὲ τοὺς πεσόντας τῶν Συρακοσίων θάψας ἀπέστειλε πρέσβεις εἰς Αἴτνην, ἀξιῶν τοὺς φυγάδας διαλύεσθαι καὶ τὴν πατρίδα κατοικεῖν, διδοὺς πίστιν μὴ μνησικακήσειν αὐτοῖς.
ディオニュシオスはシラクサ人の死者を埋葬したのち、エトナに使節を派遣し、亡命者たちに和解して祖国に居住するよう求め、彼らに恨みを抱かないという誓約を与えた。
§14.9.7τινὲς μὲν οὖν τέκνα καὶ γυναῖκας ἀπολελοιπότες ἠναγκάσθησαν πεισθῆναι τοῖς παρακαλουμένοις·
それゆえ、子供や妻を残してきた一部の者たちは、その勧めに応じるよう余儀なくされた。
οἱ δὲ λοιποί, προφερομένων τῶν πρεσβευτῶν τὴν τοῦ Διονυσίου περὶ τὴν ταφὴν τῶν πεσόντων εὐεργεσίαν, ἔφασαν αὐτὸν ἄξιον εἶναι τυχεῖν τῆς ὁμοίας χάριτος, καὶ τοῖς θεοῖς ηὔχοντο τὴν ταχίστην αὐτὸν ἐπιδεῖν ταύτης τυγχάνοντα.
しかし残りの者たちは、使節たちが戦死者の埋葬に関するディオニュシオスの善行を持ち出したのに対し、彼はそれと同様の恩恵を受けるに値すると述べ、神々に対して、彼が速やかにその恩恵にあずかるのを見せてくれるよう祈った。
§14.9.8οὗτοι μὲν οὖν οὐδενὶ τρόπῳ βουληθέντες πιστεῦσαι τῷ τυράννῳ κατέμειναν ἐν Αἴτνῃ, καιρὸν ἐπιτηροῦντες κατʼ αὐτοῦ·
それゆえ、彼らはどうしても僭主を信じることを望まずにエトナに留まり、彼に対する機会を窺った。
Διονύσιος δὲ τοῖς μὲν κατελθοῦσι φυγάσι φιλανθρώπως ἐχρήσατο, βουλόμενος καὶ τοὺς ἄλλους προτρέψασθαι κατελθεῖν εἰς τὴν πατρίδα, τοὺς δὲ Καμπανοὺς ταῖς καθηκούσαις δωρεαῖς τιμήσας ἐξαπέστειλεν ἐκ τῆς πόλεως, ὑφορώμενος αὐτῶν τὴν ἀβεβαιότητα.
一方、ディオニュシオスは帰還した亡命者たちを好意的に扱い、他の者たちをも祖国へと帰還するよう促すことを望んだ。 カンパニア人たちに対しては、ふさわしい贈り物を授けて称えた上で市から送り出した。 彼らの不誠実さを警戒したからである。
§14.9.9οἳ πορευθέντες εἰς Ἔντελλαν, καὶ πείσαντες τοὺς ἐν τῇ πόλει λαβεῖν ἑαυτοὺς συνοίκους, νυκτὸς ἐπιθέμενοι τοὺς μὲν ἡβῶντας ἀπέσφαξαν, τὰς δὲ γυναῖκας τῶν παρασπονδηθέντων γήμαντες κατέσχον τὴν πόλιν.
彼らはエンテラへと赴き、その市の人々を説得して、自分たちを同居人として受け入れさせると、夜間に襲撃して、若い男たちを虐殺し、条約を破られた者たちの妻を娶って、その市を占拠した。

語釈・文法注

  1. 14.9.1ὡς ἤδη καταλελυμένης τῆς τυραννίδος — 接続詞 ὡς を伴う属格絶対構文。客観的事実ではなく、従属節の行為者(ここでは歩兵たち)の「〜であるかのように」という主観的な思い込みや判断を表す。
  2. 14.9.2τὸν ἀριθμὸν — 関係対格(限定の対格)。後続の ὄντες ἱππεῖς χίλιοι διακόσιοι と合わさって、「数にして1200人の騎兵」という意味になる。
  3. 14.9.7τῆς ὁμοίας χάριτος — 性質を表す形容詞 ὅμοιος に伴う属格。χάρις は通常「恩恵」を意味するが、ここでは使節たちが主張した「ディオニュシオスが死者を埋葬してやった善行」を踏まえ、「彼自身も同じような最期(=死んで埋葬されること)を迎えるのに値する」という皮肉・洒落を含んでいる。
  4. 14.9.7τὴν ταχίστην αὐτὸν ἐπιδεῖν ταύτης τυγχάνοντα — τὴν ταχίστην は副詞的に機能する対格(「最も速やかに」)。ἐπιδεῖν(ἐφοράω のアオリスト不定詞)は ηὔχοντο(祈った)の目的語。αὐτόν は不定詞の意味上の主語、あるいは分詞 τυγχάνοντα の意味上の主語。属格の ταύτης は τυγχάνω(得る)の目的語。全体として「彼がこれ(同様の運命)を得るのを(神々が)見せてくれることを(神々に)祈った」という、知覚動詞の補語的分詞を伴う対格不定詞構文である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.9.1-14.9.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.9.1-14.9.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。