§14.9.1τούτων δὲ πραχθέντων οἱ μὲν Συρακόσιοι τὴν ἐξουσίαν δόντες τῷ τυράννῳ μετὰ πέντε νεῶν ἀποπλεῖν, ῥᾳθυμότεροι καθειστήκεσαν, καὶ τοὺς μὲν ἱππεῖς ἀπέλυσαν οὐδὲν χρησίμους ὄντας πρὸς τὴν πολιορκίαν, τῶν δὲ πεζῶν οἱ πλεῖστοι κατὰ τὴν χώραν ἐξῄεσαν ὡς ἤδη καταλελυμένης τῆς τυραννίδος.
When these things had been done, the Syracusans, having granted the tyrant permission to sail away with five ships, became quite negligent; they dismissed the cavalry as being of no use for the siege, and most of the infantry went off into the countryside, as if the tyranny had already been overthrown.
§14.9.2οἱ δὲ Καμπανοὶ ταῖς ἐπαγγελίαις μετεωρισθέντες τὸ μὲν πρῶτον ἐπʼ Ἀγύριον παρεγενήθησαν· ἐκεῖ δὲ τὴν ἀποσκευὴν Ἄγυρι παραθέμενοι τῷ δυναστεύοντι τῆς πόλεως ἐξώρμησαν ἐπὶ Συρακούσας εὔζωνοι, τὸν ἀριθμὸν ὄντες ἱππεῖς χίλιοι διακόσιοι.
But the Campanians, encouraged by the promises, came first to Agyrium; there, having deposited their baggage with Agyris, the ruler of the city, they set out for Syracuse light-armed, being twelve hundred cavalry in number.
§14.9.3ταχὺ δὲ διανύσαντες τὴν ὁδὸν ἀπροσδοκήτως ἐπεφάνησαν τοῖς Συρακοσίοις, καὶ πολλοὺς αὐτῶν ἀνελόντες εἰσεβιάσαντο πρὸς τὸν Διονύσιον.
Having quickly completed their journey, they appeared unexpectedly before the Syracusans, and after slaying many of them, they forced their way through to Dionysius.
κατέπλευσαν δὲ καὶ τριακόσιοι μισθοφόροι τῷ τυράννῳ κατὰ τὸν αὐτὸν καιρόν, ὥστε αὐτὸν ἀνακῦψαι ταῖς ἐλπίσιν.
At the same time, three hundred mercenaries also sailed in to the tyrant, so that he revived in his hopes.
§14.9.4οἱ δὲ Συρακόσιοι πάλιν τῆς δυναστείας ἰσχυροποιουμένης ἐστασίασαν πρὸς ἀλλήλους, τῶν μὲν ἀποφαινομένων μένειν καὶ πολιορκεῖν, τῶν δὲ λύειν τὸ στρατόπεδον καὶ τὴν πόλιν ἐκλιπεῖν.
But the Syracusans, as the dominion was becoming strong again, fell into factional strife among themselves, some declaring that they should remain and continue the siege, and others that they should break camp and abandon the city.
§14.9.5ἃ δὴ συνιδὼν ὁ Διονύσιος ἐξήγαγεν ἐπʼ αὐτοὺς τὴν δύναμιν, καὶ τεταραγμένοις ἐπιπεσὼν ῥᾳδίως ἐτρέψατο περὶ τὴν Νέαν πόλιν καλουμένην.
Dionysius, perceiving this, led out his force against them, and falling upon them while they were in confusion, he easily routed them near what is called Neapolis.
ἀνῃρέθησαν μὲν οὖν οὐ πολλοί· παριππεύων γὰρ ὁ Διονύσιος ἐκώλυσε φονεύειν τοὺς φεύγοντας·
Not many, indeed, were slain; for Dionysius, riding along, prevented the slaughter of those who fled.
οἱ δὲ Συρακόσιοι παραχρῆμα μὲν κατὰ τὴν χώραν ἐσκεδάσθησαν, μετʼ ὀλίγον δὲ πρὸς τοὺς ἱππεῖς εἰς Αἴτνην ἠθροίσθησαν ὑπὲρ τοὺς ἑπτακισχιλίους.
The Syracusans were immediately scattered throughout the countryside, but shortly afterward they gathered to the cavalry at Aetna, numbering over seven thousand.
§14.9.6Διονύσιος δὲ τοὺς πεσόντας τῶν Συρακοσίων θάψας ἀπέστειλε πρέσβεις εἰς Αἴτνην, ἀξιῶν τοὺς φυγάδας διαλύεσθαι καὶ τὴν πατρίδα κατοικεῖν, διδοὺς πίστιν μὴ μνησικακήσειν αὐτοῖς.
Dionysius, having buried the fallen Syracusans, sent ambassadors to Aetna, urging the exiles to reconcile and dwell in their native land, giving them his pledge that he would bear no grudge against them.
§14.9.7τινὲς μὲν οὖν τέκνα καὶ γυναῖκας ἀπολελοιπότες ἠναγκάσθησαν πεισθῆναι τοῖς παρακαλουμένοις· οἱ δὲ λοιποί, προφερομένων τῶν πρεσβευτῶν τὴν τοῦ Διονυσίου περὶ τὴν ταφὴν τῶν πεσόντων εὐεργεσίαν, ἔφασαν αὐτὸν ἄξιον εἶναι τυχεῖν τῆς ὁμοίας χάριτος, καὶ τοῖς θεοῖς ηὔχοντο τὴν ταχίστην αὐτὸν ἐπιδεῖν ταύτης τυγχάνοντα.
Now some, having left behind children and wives, were forced to yield to the entreaties; but the rest, when the ambassadors put forward Dionysius' kindness regarding the burial of the fallen, said that he was worthy of receiving the same kind of favor, and prayed to the gods that they might see him obtaining this as quickly as possible.
§14.9.8οὗτοι μὲν οὖν οὐδενὶ τρόπῳ βουληθέντες πιστεῦσαι τῷ τυράννῳ κατέμειναν ἐν Αἴτνῃ, καιρὸν ἐπιτηροῦντες κατʼ αὐτοῦ· Διονύσιος δὲ τοῖς μὲν κατελθοῦσι φυγάσι φιλανθρώπως ἐχρήσατο, βουλόμενος καὶ τοὺς ἄλλους προτρέψασθαι κατελθεῖν εἰς τὴν πατρίδα, τοὺς δὲ Καμπανοὺς ταῖς καθηκούσαις δωρεαῖς τιμήσας ἐξαπέστειλεν ἐκ τῆς πόλεως, ὑφορώμενος αὐτῶν τὴν ἀβεβαιότητα.
These, therefore, refusing in any way to trust the tyrant, remained in Aetna, watching for an opportunity against him; but Dionysius treated the returned exiles with kindness, wishing to encourage the others also to return to their native land, and having honored the Campanians with appropriate gifts, he sent them away from the city, suspecting their instability.
§14.9.9οἳ πορευθέντες εἰς Ἔντελλαν, καὶ πείσαντες τοὺς ἐν τῇ πόλει λαβεῖν ἑαυτοὺς συνοίκους, νυκτὸς ἐπιθέμενοι τοὺς μὲν ἡβῶντας ἀπέσφαξαν, τὰς δὲ γυναῖκας τῶν παρασπονδηθέντων γήμαντες κατέσχον τὴν πόλιν.
These men, having marched to Entella and persuaded the people in the city to receive them as fellow-inhabitants, attacked them by night, slaughtered the young men, married the wives of the betrayed, and took possession of the city.