§14.10.1κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμόνιοι καταλελυκότες τὸν Πελοποννησιακὸν πόλεμον ὁμολογουμένην ἔσχον τὴν ἡγεμονίαν καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ θάλατταν.
一方ギリシアでは、ラケダイモン人たちがペロポネソス戦争を終結させ、陸上でも海上でも自他ともに認める覇権を手にした。
καταστήσαντες δὲ ναύαρχον Λύσανδρον, τούτῳ προσέταξαν ἐπιπορεύεσθαι τὰς πόλεις, ἐν ἑκάστῃ τοὺς παρʼ αὐτοῖς καλουμένους ἁρμοστὰς ἐγκαθιστάντα·
彼らはリュサンドロスを海軍都督に任命すると、彼に諸都市を巡回し、それぞれにおいてスパルタでハルモステスと呼ばれる官を配置することを命じた。
ταῖς γὰρ δημοκρατίαις προσκόπτοντες οἱ Λακεδαιμόνιοι διʼ ὀλιγαρχίας ἐβούλοντο τὰς πόλεις διοικεῖσθαι.
というのも、ラケダイモン人たちは民主政を嫌い、寡頭政を通じて諸都市が統治されることを望んだからである。
§14.10.2ἔταξαν δὲ καὶ φόρους τοῖς καταπολεμηθεῖσι, καὶ τὸν πρὸ τοῦ χρόνον οὐ χρώμενοι νομίσματι, τότε συνήθροιζον ἐκ τοῦ φόρου κατʼ ἐνιαυτὸν πλείω τῶν χιλίων ταλάντων.
彼らはまた、戦争で打ち負かした者たちに貢納金を課した。 それ以前の時代には貨幣を使用していなかったが、その時には貢納金から毎年千タラントン以上の資金を集めていた。
ἐπεὶ δὲ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα κατὰ τὴν ἰδίαν ἀξίαν διῴκησαν, ἀπέστειλαν Ἄριστον ἄνδρα τῶν ἐπιφανῶν εἰς Συρακούσας, τῷ μὲν λόγῳ προσποιούμενοι καταλύειν τὴν δυναστείαν, τῇ δʼ ἀληθείᾳ σπεύδοντες αὐξῆσαι τὴν τυραννίδα·
ギリシアの諸事を自らの地位にふさわしく処理すると、彼らは著名な人物の一人であるアリストスをシラクサに派遣した。 口実としては僭主支配を打倒するふりをしながら、実際には僭主政を強化することに熱心であった。
ἤλπιζον γὰρ συγκατασκευάζοντες τὴν ἀρχὴν ὑπήκοον ἕξειν τὸν Διονύσιον διὰ τὰς εὐεργεσίας.
というのも、彼らはその支配の確立を共同で手助けすることによって、その恩恵ゆえにディオニュシオスを従順な配下にしておけるだろうと期待していたからである。
§14.10.3ὁ δʼ Ἄριστος καταπλεύσας εἰς Συρακούσας καὶ τῷ τυράννῳ λάθρᾳ περὶ τούτων διαλεχθείς, τούς τε Συρακοσίους ἀνασείων καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσειν ἐπαγγειλάμενος, Νικοτέλην μὲν τὸν Κορίνθιον ἀνεῖλεν ἀφηγούμενον τῶν Συρακοσίων, τοὺς δὲ πιστεύσαντας προδοὺς τὸν μὲν τύραννον ἰσχυρὸν κατέστησε, διὰ δὲ τῆς πράξεως ταύτης ἀσχημονεῖν ἐποίησεν αὑτὸν ἅμα καὶ τὴν πατρίδα.
シラクサに船で到着したアリストスは、僭主とこれらのことについて密かに話し合い、他方でシラクサ人たちを煽り立て、自由を回復してやると約束しながら、シラクサ人たちを率いていたコリントス人ニコテレスを殺害し、自分を信じた者たちを裏切って僭主の地位を確固たるものにし、この行為によって彼自身と祖国の双方を不名誉に陥れた。
§14.10.4Διονύσιος δὲ τοὺς Συρακοσίους ἐπὶ τὸν θερισμὸν ἀποστείλας ἐπῆλθε τὰς οἰκίας, καὶ τὰ μὲν ὅπλα πάντων ἀφείλετο, μετὰ δὲ ταῦθʼ ἕτερον τεῖχος ᾠκοδόμει περὶ τὴν ἀκρόπολιν, καὶ ναῦς τε κατεσκευάζετο, συνῆγε δὲ καὶ μισθοφόρων πλῆθος, καὶ τὰ λοιπὰ παρεσκευάζετο πρὸς τὴν ἀσφάλειαν τῆς τυραννίδος, ὡς ἂν ἔργοις ἤδη πεῖραν εἰληφὼς ὅτι πᾶν ὑπομένουσιν οἱ Συρακόσιοι χάριν τοῦ μὴ δουλεύειν.
一方ディオニュシオスは、シラクサ人たちを収穫のために送り出してから家々を捜索し、全員の武器を奪い取った。 そののち、アクロポリスの周囲に第二の城壁を築き、船を建造し、多数の傭兵を集め、その他僭主政の安全のために必要なものを準備した。 それは、シラクサ人たちが奴隷状態にならないためなら何にでも耐えるということを、彼自身がすでに実際の行動を通して身をもって知っていたからである。