§14.85.1ἐπεὶ δὲ ὁ ἐνιαυσιαῖος χρόνος διεληλύθει, Ἀθήνησι μὲν Εὐβουλίδης ἦρξεν, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Λεύκιος Σέργιος, Αὖλος Ποστούμιος, Πόπλιος Κορνήλιος, Κόιντος Μάνλιος.
そして一年が過ぎ去ると、アテナイではエウブリデスがアルコンになり、ローマでは六人の軍事執政官、すなわちルキウス・セルギウス、アウルス・ポストゥミウス、プブリウス・コルネリウス、クィントゥス・マンリウスが執政官の職務を執り行った。
§14.85.2περὶ δὲ τούτους τοὺς χρόνους Κόνων τοῦ βασιλικοῦ στόλου τὴν ἡγεμονίαν ἔχων, ὀγδοήκοντα τριήρεσι καταπλεύσας εἰς τὸν Πειραιέα τοῖς πολίταις ὑπέσχετο τὸν περίβολον τῆς πόλεως ἀνοικοδομήσειν·
この時期に、コノンは王の艦隊の指揮権を持っており、八十隻の三段櫂船を率いてペイライエウスに入港すると、市民たちに、都市の城壁を再建することを約束した。
τοῦ γὰρ Πειραιέως τὰ τείχη καὶ τὰ μακρὰ σκέλη καθῄρητο κατὰ τὰς Λακεδαιμονίων συνθήκας, ὅτε κατεπονήθησαν ἐν τῷ Πελοποννησιακῷ πολέμῳ.
なぜなら、ペロポネソス戦争において敗北した際、ラケダイモン人との条約に従って、ペイライエウスの城壁と長城が破壊されていたからである。
§14.85.3ὁ δʼ οὖν Κόνων μισθωσάμενος πλῆθος τεχνιτῶν, καὶ τὸν ἐκ τῶν πληρωμάτων ὄχλον εἰς ὑπηρεσίαν παραδούς, ταχέως τὸ πλεῖστον μέρος τοῦ τείχους ἀνῳκοδόμησε·
さて、コノンは多数の職人を雇い、また船員たちを支援作業に従事させて、城壁の大部分を急速に再建した。
καὶ γὰρ Θηβαῖοι πεντακοσίους τεχνίτας καὶ λιθοτόμους ἀπέστειλαν, καί τινες ἄλλαι τῶν πόλεων παρεβοήθησαν.
というのも、テーバイ人も五百人の職人と石切工を派遣し、他のいくつかの都市も援助の手を差し伸べたからである。
§14.85.4Τιρίβαζος δʼ ὁ τῶν κατὰ τὴν Ἀσίαν πεζῶν δυνάμεων ἀφηγούμενος ἐφθόνει ταῖς τοῦ Κόνωνος εὐπραξίαις, καὶ πρόφασιν μὲν λαβὼν ὅτι ταῖς βασιλικαῖς δυνάμεσι τὰς πόλεις Ἀθηναίοις κατακτᾶται, προαγαγόμενος δʼ αὐτὸν εἰς Σάρδεις συνέλαβε καὶ δήσας εἰς φυλακὴν κατέθετο.
しかし、アジアにおける陸上軍を指揮していたティリバゾスは、コノンの相次ぐ成功を妬み、一方では、コノンが王の軍勢を用いて諸都市をアテナイ人のために獲得しているという口実を設け、他方では、彼をサルデイスに誘い出して逮捕し、拘束して牢に投じた。