§14.84.1Ἀγησίλαος δὲ προσλαβόμενος ἐκ Πελοποννήσου στρατιώτας, ἐπειδὴ μετὰ τῆς δυνάμεως ἐπέβαινεν εἰς Βοιωτίαν, εὐθὺς οἱ Βοιωτοὶ μετὰ τῶν συμμάχων ἀπήντησαν εἰς Κορώνειαν.
アゲシラオスはペロポネソスからさらに兵士を加え、軍勢とともにボイオティアに足を踏み入れると、すぐにボイオティア人は同盟国とともにコロネイアでこれに立ちふさがった。
γενομένης δὲ παρατάξεως Θηβαῖοι μὲν τὸ καθʼ αὑτοὺς μέρος τρεψάμενοι μέχρι τῆς παρεμβολῆς κατεδίωξαν, οἱ δʼ ἄλλοι μικρὸν ἀντισχόντες χρόνον ὑπʼ Ἀγησιλάου καὶ τῶν ἄλλων φυγεῖν ἠναγκάσθησαν.
会戦が始まると、テーバイ人は自分たちの正面の部隊を敗走させ、陣営まで追跡したが、他の者たちは少しの間持ちこたえただけで、アゲシラオスとその他の者たちによって逃亡を余儀なくされた。
§14.84.2διὸ καὶ νενικηκέναι τῇ μάχῃ Λακεδαιμόνιοι διαλαβόντες ἔστησαν τρόπαιον καὶ τοὺς νεκροὺς τοῖς πολεμίοις ὑποσπόνδους ἀπέδωκαν.
そのため、ラケダイモン人は自分たちが戦闘に勝利したと判断して戦勝記念碑(トロパイオン)を建て、休戦協定のもとに死者を敵に返還した。
ἀπέθανον δὲ τῶν Βοιωτῶν καὶ τῶν συμμάχων πλείους τῶν ἑξακοσίων, Λακεδαιμονίων δὲ καὶ τῶν συναγωνισαμένων τριακόσιοι πεντήκοντα·
ボイオティア人とその同盟国側では六百人以上が戦死し、ラケダイモン人とその共闘した者たちの側では三百五十人が戦死した。
καὶ αὐτὸς Ἀγησίλαος πολλοῖς περιπεπτωκὼς τραύμασιν εἰς Δελφοὺς ἐκομίσθη, κἀκεῖ τὴν ἐπιμέλειαν τοῦ σώματος ἐποιεῖτο.
アゲシラオス自身も多くの傷を負い、デルポイへ運ばれて、そこで治療に努めた。
§14.84.3Φαρνάβαζος δὲ καὶ Κόνων μετὰ τὴν ναυμαχίαν ἀνήχθησαν ἁπάσαις ταῖς ναυσὶν ἐπὶ τοὺς τῶν Λακεδαιμονίων συμμάχους.
一方、ファルナバゾスとコノンは、海戦の後、すべての艦船を率いてラケダイモン人の同盟国に向けて出航した。
καὶ πρῶτον μὲν Κῴους ἀπέστησαν, εἶτα Νισυρίους καὶ Τηίους.
そして、最初にコス人を離反させ、次にニスロス人とテオス人を離反させた。
μετὰ δὲ ταῦτα Χῖοι τὴν φρουρὰν ἐκβαλόντες προσέθεντο τοῖς περὶ Κόνωνα·
その後、キオス人が守備隊を追放してコノンたちに加わった。
παραπλησίως δὲ μετέβαλον καὶ Μιτυληναῖοι καὶ Ἐφέσιοι καὶ Ἐρυθραῖοι.
同様にミティレネ人、エペソス人、エリトリア人も態度を変えた。
§14.84.4τοιαύτη δὲ τῆς μεταστάσεως σπουδή τις εἰς τὰς πόλεις ἐνέπεσεν, ὧν αἱ μὲν ἐκβάλλουσαι τὰς φρουρὰς τῶν Λακεδαιμονίων τὴν ἐλευθερίαν διεφύλαττον, αἱ δὲ τοῖς περὶ Κόνωνα προσετίθεντο.
このような政変の熱意が諸都市に湧き起こり、一部の都市はラケダイモン人の守備隊を追放して自らの自由を守り、他の都市はコノンたちに加わった。
καὶ Λακεδαιμόνιοι μὲν ἀπὸ τούτου τοῦ χρόνου τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέβαλον, οἱ δὲ περὶ Κόνωνα κρίναντες παντὶ τῷ στόλῳ πλεῖν ἐπὶ τὴν Ἀττικὴν ἀνέζευξαν, καὶ τὰς Κυκλάδας νήσους προσαγαγόμενοι κατέπλευσαν ἐπὶ Κύθηρα τὴν νῆσον.
こうしてラケダイモン人はこの時を境に海上覇権を失い、一方コノンたちは全艦隊を率いてアッティカへと航行することを決定して出発し、キクラデス諸島を従えながら、キテラ島へと入港した。
§14.84.5εὐθὺ δὲ ταύτης ἐξ ἐφόδου κυριεύσαντες τοὺς μὲν Κυθηρίους ὑποσπόνδους ἐξέπεμψαν εἰς τὴν Λακωνικήν, αὐτοὶ δὲ καταλιπόντες τῆς πόλεως τὴν ἱκανὴν φρουρὰν ἔπλεον ἐπὶ Κορίνθου.
彼らはこの島をただちに急襲して占領すると、キテラ人を協定の下にラコニア地方へと送り出し、自らはその都市に十分な守備隊を残したうえで、コリントスへと航行した。
ἐκεῖ δὲ καταπλεύσαντες τοῖς συνέδροις διελέχθησαν ὑπὲρ ὧν ἤθελον, καὶ συμμαχίαν ποιησάμενοι τούτοις μὲν χρήματα κατέλιπον, αὐτοὶ δʼ εἰς τὴν Ἀσίαν ἐξέπλευσαν.
そこに入港すると、彼らは同盟会議と望む事柄について交渉し、同盟を結んで彼らに資金を残し、自らはアジアへと出航した。
§14.84.6περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀέροπος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη ἕξ·
同じ頃、マケドニア人の王アエロポスが病死した。 在位は六年間であった。
τὴν δʼ ἡγεμονίαν διαδεξάμενος Παυσανίας υἱὸς ἦρξεν ἐνιαυτόν.
その王位を継承した息子のパウサニアスが一年間統治した。
§14.84.7Θεόπομπος δʼ ὁ Χῖος τὴν τῶν Ἑλληνικῶν σύνταξιν κατέστροφεν εἰς τοῦτον τὸν ἐνιαυτὸν καὶ εἰς τὴν περὶ Κνίδον ναυμαχίαν, γράψας βύβλους δώδεκα.
キオス人のテオポンポスは、十二巻を執筆して、ギリシア史の編纂をこの年、そしてクニドス近辺の海戦をもって完結させた。
ὁ δὲ συγγραφεὺς οὗτος ἦρκται μὲν ἀπὸ τῆς περὶ Κυνὸς σῆμα ναυμαχίας, εἰς ἣν Θουκυδίδης κατέληξε τὴν πραγματείαν, ἔγραψε δὲ χρόνον ἐτῶν δεκαεπτά.
この歴史家は、トゥキディデスがその著作を終えたキュノスセマの海戦から記述を始めており、十七年間の期間を描いた。