Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.80.1-14.80.8

アゲシラオスの勝利とティッサフェルネスの処刑

374 / 723 箇所 · ギリシア語

要旨

アゲシラオスは巧みな待ち伏せ戦術でペルシア軍を破り、敗北を憤ったアルタクセルクセス王はティッサフェルネスの死刑を命じる。後任のティトゥラウステスは、アゲシラオスの首をはねたのち、スパルタ軍と休戦を結ぶ。

§14.80.1μετὰ δὲ ταῦτα Ἀγησίλαος μὲν ἐξαγαγὼν τὴν δύναμιν εἰς τὸ Καΰστρου πεδίον καὶ τὴν περὶ Σίπυλον χώραν, ἐδῄωσε τὰς τῶν ἐγχωρίων κτήσεις·
この後、アゲシラオスは軍勢をカウストロスの平野とシピュロス周辺の地域へと率い出し、現地の人々の財産を略奪した。
Τισσαφέρνης δὲ μυρίους μὲν ἱππεῖς, πεντακισμυρίους δὲ πεζοὺς ἀθροίσας, ἐπηκολούθει τοῖς Λακεδαιμονίοις καὶ τοὺς ἀποσπωμένους τῆς τάξεως ἐν ταῖς προνομαῖς ἀνῄρει.
一方、ティッサフェルネスは騎兵一万、歩兵五万を集めて、ラケダイモン人たちに追随し、略奪の最中に隊列から離れた者たちを殺害した。
Ἀγησίλαος δὲ εἰς πλινθίον συντάξας τοὺς στρατιώτας ἀντείχετο τῆς παρὰ τὸν Σίπυλον παρωρείας, ἐπιτηρῶν καιρὸν εὔθετον εἰς τὴν τῶν πολεμίων ἐπίθεσιν.
しかしアゲシラオスは、兵士たちを方陣に整列させてシピュロス山麓に踏みとどまり、敵への攻撃に適した機会をうかがっていた。
§14.80.2ἐπελθὼν δὲ τὴν χώραν μέχρι Σάρδεων ἔφθειρε τούς τε κήπους καὶ τὸν παράδεισον τὸν Τισσαφέρνους, φυτοῖς καὶ τοῖς ἄλλοις πολυτελῶς πεφιλοτεχνημένον εἰς τρυφὴν καὶ τὴν ἐν εἰρήνῃ τῶν ἀγαθῶν ἀπόλαυσιν.
そして、サルディスに至るまでその地域を進み、ティッサフェルネスの庭園と遊園を破壊した。 それは、植物やその他のもので贅を尽くして造り込まれ、贅沢と平和な時の恵みの享受に供されていた。
μετὰ δὲ ταῦτʼ ἐπιστρέψας, ὡς ἀνὰ μέσον ἐγενήθη τῶν τε Σάρδεων καὶ Θυβάρνων, ἀπέστειλε Ξενοκλέα τὸν Σπαρτιάτην μετὰ χιλίων καὶ τετρακοσίων στρατιωτῶν νυκτὸς εἴς τινα δασὺν τόπον, ὅπως ἐνεδρεύσῃ τοὺς βαρβάρους.
この後、引き返して、サルディスとテュバルナの中間に達したとき、夜の間にスパルタ人のクセノクレスを千四百人の兵士とともに、ある鬱蒼とした場所へと派遣し、野蛮人たちを待ち伏せさせようとした。
§14.80.3αὐτὸς δʼ ἅμʼ ἡμέρᾳ πορευόμενος μετὰ τῆς δυνάμεως, ἐπειδὴ τὴν μὲν ἐνέδραν παρήλλαξεν, οἱ δὲ βάρβαροι προσπίπτοντες ἀτάκτως τοῖς ἐπὶ τῆς οὐραγίας ἐξήπτοντο, παραδόξως ἐξαίφνης ἐπέστρεψεν ἐπὶ τοὺς Πέρσας.
彼自身は夜明けとともに軍勢を率いて進み、待ち伏せの場所を通り過ぎたとき、野蛮人たちが無秩序に襲いかかって後衛に絡みついてきたため、不意に突如としてペルシア人たちの方へと引き返した。
γενομένης δὲ καρτερᾶς μάχης, καὶ τοῦ συσσήμου τοῖς κατὰ τὴν ἐνέδραν οὖσιν ἀρθέντος, ἐκεῖνοι μὲν παιανίσαντες ἐπεφέροντο τοῖς πολεμίοις, οἱ δὲ Πέρσαι θεωροῦντες αὑτοὺς ἀπολαμβανομένους εἰς μέσον κατεπλάγησαν καὶ παραχρῆμα ἔφευγον.
激しい戦闘が起こり、待ち伏せをしていた者たちに合図が掲げられると、彼らは軍歌を歌いながら敵に襲いかかり、ペルシア人たちは自分たちが挟み撃ちにされているのを見て驚愕し、ただちに逃走した。
§14.80.4οἱ δὲ περὶ τὸν Ἀγησίλαον μέχρι μέν τινος ἐπιδιώξαντες ἀνεῖλαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμαλώτων δὲ πολὺ πλῆθος ἤθροισαν, τὴν δὲ παρεμβολὴν διήρπασαν, γέμουσαν πολλῶν ἀγαθῶν.
アゲシラオスの一行は、あるところまで追撃して六千人以上を殺害し、きわめて多くの捕虜を集め、多くの物資で満ちていた彼らの陣営を略奪した。
§14.80.5ἀπὸ δὲ τῆς μάχης Τισσαφέρνης μὲν εἰς Σάρδεις ἀπεχώρησε καταπεπληγμένος τὴν τόλμαν τῶν Λακεδαιμονίων, Ἀγησίλαος δʼ ἐπεχείρησε μὲν εἰς τὰς ἄνω σατραπείας, ἐν δὲ τοῖς ἱεροῖς οὐ δυνάμενος καλλιερῆσαι πάλιν ἀπήγαγε τὴν δύναμιν ἐπὶ θάλατταν.
戦闘の後、ティッサフェルネスはラケダイモン人の大胆さに驚愕してサルディスへと退却した。 一方アゲシラオスは、内陸のサトラペイアへの進軍を企てたが、犠牲の儀式において吉兆を得ることができなかったため、再び軍勢を海へと率い戻した。
§14.80.6Ἀρταξέρξης δὲ ὁ τῆς Ἀσίας βασιλεὺς τά τε ἐλαττώματα πυθόμενος καὶ κατορρωδῶν τὸν πρὸς τοὺς Ἕλληνας πόλεμον, διʼ ὀργῆς εἶχε τὸν Τισσαφέρνην.
アジアの王アルタクセルクセスは、これらの敗北を知り、またギリシア人との戦争を恐れたため、ティッサフェルネスに対して怒りを抱いていた。
τοῦτον γὰρ αἴτιον τοῦ πολέμου γεγονέναι ὑπελάμβανε· καὶ ὑπὸ τῆς μητρὸς δὲ Παρυσάτιδος ἦν ἠξιωμένος τιμωρήσασθαι τὸν Τισσαφέρνην·
というのも、彼が戦争の原因であったと考えていたからであり、また母パリュサティスからも、ティッサフェルネスに報復するよう求められていたからである。
εἶχε γὰρ αὕτη διαφόρως πρὸς αὐτὸν ἐκ τοῦ διαβεβληκέναι τὸν υἱὸν αὐτῆς Κῦρον, ὅτε τὴν ἐπὶ τὸν ἀδελφὸν στρατείαν ἐποιεῖτο.
彼女はティッサフェルネスに対して敵意を抱いていたが、それは彼女の息子キュロスが兄に対する遠征を行っていたときに、彼がキュロスを告発したためであった。
§14.80.7καταστήσας οὖν Τιθραύστην ἡγεμόνα, τούτῳ μὲν παρήγγειλε συλλαμβάνειν Τισσαφέρνην, πρὸς δὲ τὰς πόλεις καὶ τοὺς σατράπας ἔπεμψεν ἐπιστολὰς ὅπως πάντες τούτῳ ποιῶσι τὸ προσταττόμενον.
そこで、ティトゥラウステスを指揮官に任命し、彼にティッサフェルネスを逮捕するよう命じる一方、諸都市とサトラップたちには、全員がこの者の命じることに従うようにとの書状を送った。
§14.80.8ὁ δὲ Τιθραύστης παραγενόμενος εἰς Κολοσσὰς τῆς Φρυγίας συνέλαβε τὸν Τισσαφέρνην διά τινος Ἀριαίου σατράπου λουόμενον, καὶ τὴν κεφαλὴν ἀποκόψας ἀπέστειλε πρὸς τὸν βασιλέα·
ティトゥラウステスはフリュギアのコロッサイに到着すると、あるサトラップのアリアイオスを通じて、入浴中であったティッサフェルネスを逮捕し、その首を切り落として王のもとへと送った。
αὐτὸς δὲ τὸν Ἀγησίλαον πείσας εἰς λόγους ἐλθεῖν ἑξαμηνιαίους ἀνοχὰς ἐποιήσατο.
そして自らは、アゲシラオスを説得して交渉の席に着かせ、六ヶ月間の休戦協定を結んだ。

語釈・文法注

  1. §14.80.1τοὺς ἀποσπωμένους τῆς τάξεως — 分詞 `ἀποσπωμένους` は `ἀποσπάω`(引き離す)の中・受動態現在分詞で、ここでは「隊列から離れる、はぐれる」の意味で使用されている。分離の属格である `τῆς τάξεως`(隊列から)を支配している。
  2. §14.80.2πεφιλοτεχνημένον — 完了中・受動態分詞 `πεφιλοτεχνημένον` は、先行する名詞 `παράδεισον`(遊園、庭園)を修飾している。`παράδεισος` は元来男性名詞だが、ヘレニズム期以降中性名詞としても扱われており、ここでも中性単数対格の形をとっている。手段の与格である `φυτοῖς καὶ τοῖς ἄλλοις`(植物やその他のものによって)がこれに係っている。
  3. §14.80.6ἦν ἠξιωμένος τιμωρήσασθαι — 動詞 `ἀξιόω`(ふさわしいとする、要求する)の受動態 `ἦν ἠξιωμένος` は「(行為を行うことを)求められていた」という使役・要望的ニュアンスを持つ。不定詞 `τιμωρήσασθαι`(報復する)の意味上の主語は文の主語である王(アルタクセルクセス)であり、要求の主体は `ὑπὸ τῆς μητρὸς`(母によって)で示される。
  4. §14.80.8διά τινος Ἀριαίου σατράπου λουόμενον — 対格分詞 `λουόμενον`(入浴している)は、主節の直接目的語である `Τισσαφέρνην` に係り、逮捕の瞬間の状況(入浴中であったこと)を表す。また、行為の代理を示す `διά` +属格の句 `διά τινος Ἀριαίου` が逮捕の手段を表している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.80.1-14.80.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.80.1-14.80.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。