§14.77.1τῆς γὰρ συμφορᾶς διακηρυχθείσης κατὰ τὴν Λιβύην, οἱ σύμμαχοι καὶ πάλαι μὲν μισοῦντες τὸ βάρος τῆς τῶν Καρχηδονίων ἡγεμονίας, τότε δὲ διὰ τὴν τῶν στρατιωτῶν ἐν Συρακούσαις προδοσίαν πολὺ μᾶλλον ἐξέκαυσαν τὸ κατʼ αὐτῶν μῖσος.
なぜなら、その災難がリビア中に触れ回られると、同盟者たちは、以前からカルタゴの覇権の重苦しさを憎んでいたが、その時にはシラクサにおける兵士たちの見捨てられ方のゆえに、彼らに対する憎しみをいっそう激しく燃え上がらせたからである。
§14.77.2διόπερ ἅμα μὲν ὑπὸ τῆς ὀργῆς προαχθέντες, ἅμα δὲ καταφρονήσαντες αὐτῶν διὰ τὴν ἀτυχίαν, ἀντείχοντο τῆς ἐλευθερίας.
それゆえに、一方では怒りに駆られ、他方ではその不運のゆえに彼らを軽蔑し、彼らは自由を強く求めた。
διαπρεσβευσάμενοι δὲ πρὸς ἀλλήλους ἤθροισαν δύναμιν, καὶ προελθόντες ἐν ὑπαίθρῳ κατεστρατοπέδευσαν.
そして、互いに使節を送り合って軍勢を集め、前進して野外に陣を敷いた。
§14.77.3ταχὺ δʼ οὐ μόνον ἐλευθέρων, ἀλλὰ καὶ δούλων συντρεχόντων, ἐν ὀλίγῳ χρόνῳ μυριάδες εἴκοσι συνηθροίσθησαν.
すぐさま、自由民だけでなく奴隷たちも馳せ参じたため、短期間のうちに二十万人が集まった。
καταλαβόμενοι δὲ Τύνητα, πόλιν οὐ μακρὰν τῆς Καρχηδόνος κειμένην, ἐκ ταύτης παρετάττοντο, καὶ πλεονεκτοῦντες ἐν ταῖς μάχαις τειχήρεις τοὺς Φοίνικας συνεῖχον.
そして、カルタゴから遠くない場所に位置する都市テュネスを占領し、ここから陣形を整えて、戦闘において優勢に立ち、フェニキア人たちを城壁の中に閉じ込めた。
§14.77.4οἱ δὲ Καρχηδόνιοι φανερῶς ὑπὸ τῶν θεῶν πολεμούμενοι, τὸ μὲν πρῶτον κατʼ ὀλίγους ξυνιόντες ἐξεταράττοντο καὶ τὸ δαιμόνιον ἱκέτευον λῆξαι τῆς ὀργῆς·
一方、カルタゴ人たちは明らかに神々によって戦いを挑まれており、最初は少人数で集まっては大いに狼狽し、神霊に対して怒りを静めるよう懇願していた。
μετὰ δὲ ταῦτα πᾶσαν τὴν πόλιν δεισιδαιμονία κατέσχε καὶ δέος, ἑκάστου τὸν τῆς πόλεως ἀνδραποδισμὸν τῇ διανοίᾳ προλαμβάνοντος.
しかしその後、全市に神罰への恐れと恐怖が広がり、一人一人が心の中で市の奴隷化を予期するようになった。
διόπερ ἐψηφίσαντο παντὶ τρόπῳ τοὺς ἀσεβηθέντας θεοὺς ἐξιλάσασθαι.
それゆえ彼らは、不敬を働いた神々をあらゆる方法でなだめることを決議した。
§14.77.5οὐ παρειληφότες δʼ ἐν τοῖς ἱεροῖς οὔτε Κόρην οὔτε Δήμητρα, τούτων ἱερεῖς τοὺς ἐπισημοτάτους τῶν πολιτῶν κατέστησαν, καὶ μετὰ πάσης σεμνότητος τὰς θεὰς ἱδρυσάμενοι τὰς θυσίας τοῖς τῶν Ἑλλήνων ἤθεσιν ἐποίουν, καὶ τῶν παρʼ αὐτοῖς ὄντων Ἑλλήνων τοὺς χαριεστάτους ἐπιλέξαντες ἐπὶ τὴν τῶν θεῶν θεραπείαν ἔταξαν.
彼らはそれまで神聖な儀式の中にコレーもデーメーテールも受け入れていなかったため、市民のうち最も高名な者たちをこれらの神々の神官に任命し、最大限の厳粛さをもって女神たちを安置し、ギリシア人の慣習に従って犠牲式を執り行った。 また、自分たちのもとにいたギリシア人の中から、最も教養のある人々を選び出して神々の奉仕に当たらせた。
μετὰ δὲ ταῦτα ναῦς τε κατεσκεύαζον καὶ τὰ πρὸς τὸν πόλεμον ἐπιμελῶς ἡτοίμαζον.
この後、彼らは船を建造し、戦争に必要なものを念入りに準備した。
§14.77.6οἱ δʼ ἀποστάται μιγάδες ὄντες οὔθʼ ἡγεμόνας ἀξιοχρέους εἶχον, τὸ δὲ μέγιστον, αὐτοῖς μὲν διὰ τὸ πλῆθος ἐξέλειπον αἱ τροφαί, τοῖς δὲ Καρχηδονίοις κατὰ θάλατταν ἐκ Σαρδοῦς παρεκομίζοντο, καὶ πρὸς ἀλλήλους ἐστασίαζον περὶ τῆς ἡγεμονίας, καί τινες αὐτῶν χρήμασιν ὑπὸ Καρχηδονίων διαφθαρέντες ἐγκατέλειπον τὰς κοινὰς ἐλπίδας.
しかし、反乱軍は混成の集団であったため、ふさわしい指導者を持たず、さらに最も重大なことには、彼らの方にはその多さのために食糧が尽きてしまい、カルタゴ人の方にはサルディニアから海路で食糧が運ばれた。 また彼らは指導権をめぐって互いに反目し合い、彼らのうちのある者たちはカルタゴ人から金銭で買収されて、共通の希望を放棄した。
ὅθεν διά τε τὴν σπάνιν τῆς τροφῆς καί τινων προδοσίαν, οὗτοι μὲν διαλυθέντες εἰς τὰς πατρίδας ἀπήλλαξαν τοῦ μεγίστου φόβου Καρχηδονίους.
それゆえ、食糧の不足と一部の者の裏切りのために、彼らは解散してそれぞれの故郷へと帰り、カルタゴ人たちを最大の恐怖から解放した。
καὶ τὰ μὲν κατὰ Λιβύην ἐν τούτοις ἦν.
リビアの情勢はこのようであった。