Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.75.1-14.75.9

ヒミルコンの密かな脱出と残存部隊の処遇

369 / 723 箇所 · ギリシア語

要旨

ヒミルコン率いるカルタゴ軍は敗退し、ディオニュシオスとの密約によって市民兵だけを脱出させようとするが、コリントス人たちに追撃されて最後尾の船を沈められる。残された多国籍の軍勢のうち、シケリア人は内陸へ逃亡し、イベリア人はディオニュシオスの傭兵として雇用され、その他の兵士たちは捕虜となった。

§14.75.1οἱ δὲ Καρχηδόνιοι κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν ἡττημένοι διεπρεσβεύσαντο πρὸς Διονύσιον λάθρᾳ τῶν Συρακοσίων· ἠξίουν δὲ αὐτὸν ἀφιέναι τοὺς περιλειπομένους εἰς Λιβύην διακομισθῆναι, καὶ τὰ κατὰ τὴν παρεμβολὴν αὐτοῖς ὄντα τριακόσια τάλαντα δώσειν ἐπηγγέλλοντο.
カルタゴ人たちは陸でも海でも敗北したため、シラクサ人たちに隠れてディオニュシオスに使節を送り、生き残った人々がリビアへと送り返されるのを彼が容認することを求め、彼らの陣営内にある三百タラントンを支払うことを約束した。
§14.75.2ὁ δὲ Διονύσιος ἅπαντας μὲν ἀδύνατον εἶναι φυγεῖν ἀπεφαίνετο, τοὺς δὲ πολιτικοὺς συνεχώρησε μόνους νυκτὸς ἀπελθεῖν λάθρᾳ κατὰ θάλατταν·
しかしディオニュシオスは、全員が逃亡することは不可能であると表明し、市民兵だけが夜間に海路で密かに立ち去ることを認めた。
ᾔδει γὰρ τοὺς Συρακοσίους καὶ τοὺς συμμάχους οὐκ ἐπιτρέψοντας αὐτῷ περὶ τούτων συγχωρεῖν τοῖς πολεμίοις.
なぜなら、シラクサ人たちと同盟者たちが、敵に対してこの条件で譲歩することを自分に許さないだろうと分かっていたからである。
§14.75.3ταῦτα δʼ ἔπραττεν ὁ Διονύσιος οὐ βουλόμενος τελείως ἀπολέσθαι τὴν τῶν Καρχηδονίων δύναμιν, ὅπως οἱ Συρακόσιοι διὰ τὸν ἀπὸ τούτων φόβον μηδέποτε σχολὴν λάβωσιν ἀντέχεσθαι τῆς ἐλευθερίας.
ディオニュシオスがこのように行動したのは、カルタゴの勢力が完全に滅び去ることを望まなかったからであり、それはシラクサ人たちが彼らに対する恐怖のゆえに、自由を勝ち取ろうとする余裕を一切持てないようにするためであった。
ὁ μὲν οὖν Διονύσιος συνθέμενος εἰς ἡμέραν τετάρτην ὑπὸ νύκτα τὴν φυγὴν τοῖς Καρχηδονίοις, τὸ στρατόπεδον ἀπήγαγεν εἰς τὴν πόλιν·
そこで、ディオニュシオスはカルタゴ人たちと四日目の夜に逃亡することで合意し、軍勢を市へと引き揚げさせた。
§14.75.4ὁ δʼ Ἰμίλκων νυκτὸς παρακομίσας εἰς τὴν ἀκρόπολιν τὰ τριακόσια τάλαντα παρέδωκε τοῖς ἐν τῇ Νήσῳ τεταγμένοις ὑπὸ τοῦ τυράννου, αὐτὸς δʼ, ἐπεὶ παρῆν ὁ συγκείμενος χρόνος, νυκτὸς ἐπλήρωσε τετταράκοντα τριήρεις τῶν πολιτικῶν, καὶ καταλιπὼν τὸ λοιπὸν ἅπαν στρατόπεδον ὥρμησε φεύγειν.
一方、ヒミルコンは夜の間にその三百タラントンをアクロポリスへと運び込み、僭主によって島に配置されていた者たちに引き渡した。 そして彼自身は、合意された時間が来ると、夜間に市民兵たちを四十隻の三段櫂船に満載し、残りの全軍を後に残して逃亡へと向かった。
§14.75.5ἤδη δʼ αὐτοῦ τὸν λιμένα διεκπεπλευκότος ᾔσθοντό τινες τῶν Κορινθίων τὸν δρασμόν, καὶ ταχέως ἀπήγγειλαν τῷ Διονυσίῳ.
彼がすでに港から脱出したとき、コリントス人たちの何人かがその逃亡に気づき、急いでディオニュシオスに報告した。
τοῦ δὲ τοὺς στρατιώτας τε καλοῦντος εἰς τὰ ὅπλα καὶ κατὰ σχολὴν τοὺς ἡγεμόνας ἀθροίζοντος, οὐκ ἀνέμειναν αὐτὸν οἱ Κορίνθιοι, ταχὺ δʼ ἀναχθέντες ἐπὶ τοὺς Καρχηδονίους καὶ πρὸς ἀλλήλους ἐν ταῖς εἰρεσίαις φιλοτιμούμενοι τὰς ἐσχάτας Φοινίσσας ναῦς κατέλαβον, ἃς τοῖς ἐμβόλοις συντρίψαντες κατέδυσαν.
彼が兵士たちを武装へと呼びかけ、指揮官たちをゆっくりと集めている間に、コリントス人たちは彼を待たず、すぐにカルタゴ人たちに向けて出航し、互いに漕ぎ手を競い合いながら最後尾のフェニキアの船を捕らえ、それらを衝角で破壊して沈没させた。
§14.75.6μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐξήγαγε τὴν δύναμιν, οἱ δὲ συμμαχοῦντες τοῖς Καρχηδονίοις Σικελοὶ φθάσαντες τοὺς Συρακοσίους ἔφυγον διὰ τῆς μεσογείου, καὶ σχεδὸν πάντες διεσώθησαν εἰς τὰς πατρίδας.
この後、ディオニュシオスは軍勢を引き出したが、カルタゴ人と同盟していたシケリア人たちはシラクサ人たちに先んじて内陸を通って逃亡し、ほぼ全員が故郷へと無事に逃れ帰った。
§14.75.7καὶ Διονύσιος μὲν τὰς ὁδοὺς διαλαβὼν φυλακαῖς ἀπήγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν ἔτι νυκτὸς οὔσης·
そして、ディオニュシオスは道路を警備兵で遮断し、まだ夜のうちに敵の陣営へと軍勢を率いて進んだ。
οἱ δὲ βάρβαροι καταλειφθέντες ὑπό τε τοῦ στρατηγοῦ καὶ τῶν Καρχηδονίων, ἔτι δὲ τῶν Σικελῶν, ἠθύμησαν καὶ καταπλαγέντες ἔφευγον.
一方、将軍やカルタゴ市民、さらにはシケリア人たちにも見捨てられた野蛮人たちは意気消沈し、恐れおののいて逃亡した。
§14.75.8οἱ μὲν ἐν ταῖς ὁδοῖς ταῖς προφυλακαῖς ἐμπίπτοντες συνελαμβάνοντο, οἱ δὲ πλεῖστοι τὰ ὅπλα ῥιπτοῦντες συνήντων, δεόμενοι φείσασθαι τοῦ βίου·
ある者たちは道路で前哨部隊にぶつかって捕らえられ、多くの者たちは武器を投げ捨てて(シラクサの軍勢に)向かい、命を助けてくれるよう懇願した。
μόνοι δὲ Ἴβηρες ἠθροισμένοι μετὰ τῶν ὅπλων ἐπεκηρυκεύοντο περὶ συμμαχίας.
ただイベリア人だけは武器を持ったまま集結し、同盟関係について交渉を求めて使節を送った。
§14.75.9Διονύσιος δὲ πρὸς μὲν τούτους σπεισάμενος κατέταξε τοὺς Ἴβηρας εἰς τοὺς μισθοφόρους, τὸ δὲ λοιπὸν πλῆθος ἐζώγρησε καὶ τὴν λοιπὴν ἀποσκευὴν ἐφῆκε τοῖς στρατιώταις διαρπάσαι.
ディオニュシオスは彼らと条約を結んで、イベリア人たちを雇い兵に編入し、残りの群衆を捕虜とし、残された手荷物は兵士たちに略奪させた。

語釈・文法注

  1. 14.75.1ἠξίουν δὲ αὐτὸν ἀφιέναι τοὺς περιλειπομένους εἰς Λιβύην διακομισθῆναι — 動詞`ἠξίουν`は対格の`αὐτόν`(ディオニュシオス)を目的語として取り、これに不定詞`ἀφιέναι`が続く。さらに`ἀφιέναι`は対格不定詞構造`τοὺς περιλειπομένους... διακομισθῆναι`を支配しており、「残された人々が運ばれる(帰還する)のを彼(ディオニュシオス)が許すように求めた」という二重の不定詞構造を成している。
  2. 14.75.2ᾔδει γὰρ τοὺς Συρακοσίους καὶ τοὺς συμμάχους οὐκ ἐπιτρέψοντας — 知覚・知識を表す動詞`ᾔδει`(`οἶδα`の過去完了形)の補語として、対格(`τοὺς Συρακοσίους καὶ τοὺς συμμάχους`)+未来分詞(`οὐκ ἐπιτρέψοντας`)が置かれ、間接話法「〜が…しないであろうことを知っていた」を構成している。
  3. 14.75.5τοῦ δὲ τοὺς στρατιώτας τε καλοῦντος... καὶ κατὰ σχολὴν τοὺς ἡγεμόνας ἀθροίζοντος — ディオニュシオスを意味する三人称代名詞の属格`τοῦ`を意味上の主語とする独立属格構文である。副詞句`κατὰ σχολήν`は「ゆっくりと」「急がずに」を意味し、僭主が故意に遅延行動をとっている様子を表している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.75.1-14.75.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.75.1-14.75.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。