§14.73.1οἱ δὲ Συρακόσιοι τῷ προτερήματι συμφιλοτιμούμενοι κατὰ πολλὴν σπουδὴν ἀλλήλους ἔφθανον ἐπιπηδῶντες ταῖς πολεμίαις ναυσί, καὶ τοὺς βαρβάρους καταπεπληγμένους τὸ μέγεθος τῆς περιστάσεως περιχυθέντες ἐφόνευον.
一方、シラクサ人たちはこの優勢に鼓舞され、大急ぎで互いに先を争って敵の船に飛び乗り、事態の重大さに肝をつぶしている野蛮人たちを取り囲んで殺戮した。
§14.73.2οὐ μὴν οὐδʼ οἱ πεζῇ τῷ ναυστάθμῳ προσβάλλοντες ἐλείποντο τῆς τούτων σπουδῆς·
陸路から船溜まりを攻撃していた者たちも、彼らの熱意に決して劣ってはいなかった。
ἐν οἷς συνέβαινεν εἶναι καὶ αὐτὸν τὸν Διονύσιον, παριππευκότα πρὸς τὸ κατὰ Δάσκωνα μέρος.
彼らの中には、ダスコンの側の地域へと馬を走らせていたディオニュシオス自身も含まれていた。
εὑρόντες γὰρ πεντηκοντόρους τετταράκοντα νενεωλκημένας, καὶ κατὰ τὸ συνεχὲς ναῦς παρορμούσας ὁλκάδας καί τινας τῶν τριήρων, πῦρ εἰς αὐτὰς ἐνῆκαν.
というのも、彼らは陸に引き上げられていた40隻の50挺櫂船と、その隣に連続して係留されていた商船やいくつかの三段櫂船を見つけると、それらに火を放ったからである。
§14.73.3ταχὺ δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης καὶ χεομένης ἐπὶ πολὺν τόπον ἐφλέγετο τὰ σκάφη, καὶ τῶν ἐμπόρων τε καὶ ναυκλήρων οὐδεὶς ἐδύνατο παραβοηθῆσαι διὰ τὸ πλῆθος τοῦ πυρός.
炎がすぐに高く立ち上り、広い範囲に広がったため、船体は燃え上がり、商人や船主たちの誰も、火の勢いが激しかったために救出に赴くことができなかった。
ἐπιγενομένου δὲ μεγάλου πνεύματος ἐκ τῶν νενεωλκημένων σκαφῶν ἐφέρετο τὸ πῦρ ἐπὶ τὰς ὁρμούσας ὁλκάδας.
さらに、強い風が吹き荒れたため、陸に引き上げられていた船から、係留されていた商船へと火が燃え移った。
§14.73.4τῶν δʼ ἀνδρῶν ἐκκολυμβώντων διὰ τὸν ἀπὸ τῆς πνιγὸς φόβον, καὶ τῶν ἀγκυρίων ἀποκαιομένων, διὰ τὸν κλύδωνα συνέκρουον αἱ ναῦς, καὶ τινὲς μὲν ὑπʼ ἀλλήλων συντριβόμεναι διεφθείροντο, τινὲς δὲ ὑπὸ τοῦ πνεύματος ὠθούμεναι, αἱ πλεῖσται δʼ ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο.
男たちが煙による窒息の恐怖から泳ぎ去り、錨綱が焼き切れると、波のせいで船同士が衝突し合い、あるものは互いに砕かれ合って破壊され、あるものは風に押し流され、そして大半は火によって滅び去った。
§14.73.5ἔνθα δὴ τῶν φορτηγῶν πλοίων ἀναφερομένης τῆς φλογὸς διὰ τῶν ἱστίων καὶ τὰς κεραίας καταφλεγούσης, τοῖς ἐκ τῆς πόλεως θεατρικὴν συνέβαινε γίνεσθαι τὴν θέαν καὶ τοῖς διʼ ἀσέβειαν κεραυνωθεῖσι φαίνεσθαι παραπλησίαν τὴν ἀπώλειαν τῶν βαρβάρων.
そのとき、貨物船の帆を通って炎が燃え上がり、帆桁を焼き尽くすなか、市内の人々にとってその光景は劇場の観劇のようになり、野蛮人たちの破滅は、不敬のゆえに雷撃を落とされた者たちのそれと酷似しているように見えた。