§14.72.1Διονύσιος δʼ ἐπειδὴ τὴν περὶ Καρχηδονίους συμφορὰν ἤκουσεν, ὀγδοήκοντα μὲν ναῦς πληρώσας Φαρακίδᾳ καὶ Λεπτίνῃ τοῖς ναυάρχοις ἐπέταξεν ἅμʼ ἡμέρᾳ τὸν ἐπίπλουν ταῖς πολεμίαις ναυσὶ ποιήσασθαι, αὐτὸς δʼ ἀσελήνου τῆς νυκτὸς οὔσης περιήγαγε τὴν δύναμιν, καὶ περιελθὼν ἐπὶ τὸ τῆς Κυάνης ἱερὸν ἔλαθε τοὺς πολεμίους ἅμʼ ἡμέρᾳ προσιὼν τῇ παρεμβολῇ.
ディオニュシオスはカルタゴ人たちを襲った災難について聞くと、80隻の船に兵を満載して、提督であるファラキダスとレプティネスに、夜明けとともに敵の船に攻撃を仕掛けるよう命じ、自身は月が出ていない暗い夜のうちに軍を率いて迂回し、クアネの神殿へと回り込んで、夜明けに陣営に接近するのを敵に気づかれなかった。
§14.72.2τοὺς μὲν οὖν ἱππεῖς καὶ μισθοφόρων πεζοὺς χιλίους προαπέστειλεν εἰς τὸ πρὸς τὴν μεσόγειον ἀνατεῖνον μέρος τῆς τῶν Καρχηδονίων στρατοπεδείας.
さて、彼は騎兵たちと傭兵の歩兵1000人を、カルタゴ軍の宿営地のうち内陸へと延びる部分にあらかじめ派遣した。
οὗτοι δʼ ἦσαν οἱ μισθοφόροι τῷ Διονυσίῳ παρὰ πάντας ἀλλοτριώτατοι καὶ πλεονάκις στάσεις καὶ ταραχὰς ποιοῦντες.
これらの傭兵たちは、すべての者の中でディオニュシオスに対して最も敵対的であり、しばしば反乱や騒動を引き起こす者たちであった。
§14.72.3διόπερ ὁ μὲν Διονύσιος τοῖς ἱππεῦσιν ἦν παρηγγελκώς, ὅταν ἐξάπτωνται τῶν πολεμίων, φεύγειν καὶ τοὺς μισθοφόρους ἐγκαταλιπεῖν·
それゆえ、ディオニュシオスは騎兵たちに、敵と交戦したときには、逃走して傭兵たちを置き去りにするようあらかじめ命じていた。
ὧν ποιησάντων τὸ προσταχθὲν οὗτοι μὲν ἅπαντες κατεκόπησαν, ὁ δὲ Διονύσιος ἅμα τήν τε παρεμβολὴν καὶ τὰ φρούρια πολιορκεῖν ἐπεχείρησε·
彼らが命じられた通りにしたため、これら傭兵たちは全員が斬り殺された。 一方、ディオニュシオスは同時に陣営と砦の双方を包囲攻撃することに着手した。
καὶ τῶν βαρβάρων διὰ τὸ παράδοξον καταπεπληγμένων καὶ παραβοηθούντων τεταραγμένως, αὐτὸς μὲν φρούριον τὴν καλουμένην Πολίχναν εἷλε κατὰ κράτος, ἐκ δὲ θατέρου μέρους οἱ ἱππεῖς καί τινες τῶν τριήρων προσπλεύσασαι τὸ πρὸς τῷ Δάσκωνι χωρίον ἐξεπολιόρκησαν.
そして、野蛮人たちが不意の事態に肝をつぶし、混乱した状態で救援に赴いていたとき、彼自身はポリクナと呼ばれる砦を力づくで奪取し、他方、反対側からは騎兵たちと数隻の三段櫂船が接近してダスコンの近くの地を攻め落とした。
§14.72.4εὐθὺ δʼ αἵ τε ναῦς ἅπασαι τὸν ἐπίπλουν ἐποιήσαντο, καὶ κατὰ τὰς τῶν φρουρίων ἁλώσεις ἐπαλαλάξαντος τοῦ στρατοπέδου περιδεεῖς οἱ βάρβαροι καθειστήκεισαν.
即座に、すべての船が攻撃を開始し、砦が奪取された際に陸上軍が鬨の声をあげると、野蛮人たちは恐怖に陥った。
ἐξ ἀρχῆς μὲν γὰρ ἐπὶ τὸ πεζὸν στράτευμα πάντες συνέδραμον, ἀμυνόμενοι τοὺς τὴν παρεμβολὴν πολιορκοῦντας·
というのも、最初は全員が、陣営を包囲攻撃している者たちを撃退しようとして、陸上軍のほうへと駆け寄っていたからである。
ὡς δὲ καὶ τὸν τῶν νεῶν ἐπίπλουν εἶδον, πάλιν ἐξεβοήθουν ἐπὶ τὸν ναύσταθμον·
しかし、船の襲来をも目の当たりにすると、再び船溜まりの方へと救援に赴いた。
καταταχούμενοι δʼ ὑπὸ τῆς ὀξύτητος τοῦ καιροῦ τὴν ἑαυτῶν σπουδὴν εἶχον ἄπρακτον.
しかし、状況の急迫に圧倒されて、彼らの奔走は実を結ばなかった。
§14.72.5ἔτι γὰρ αὐτῶν ἀναβαινόντων ἐπὶ τὰ καταστρώματα καὶ πληρούντων τὰς τριήρεις, αἱ πολέμιαι ναῦς ταῖς εἰρεσίαις ἐλαυνόμεναι πλαγίαις ἐνέσειον πολλάκις.
なぜなら、彼らが未だ甲板に乗り込み、三段櫂船を戦闘員で満たそうとしているうちに、敵の船が激しい櫂さばきで進んできて、横腹に何度も衝突したからである。
ἐκ μὲν οὖν μιᾶς ἐπικαίρου πληγῆς κατέδυον τὰς τιτρωσκομένας ναῦς· αἱ δὲ πλείοσιν ἐμβολαῖς ἀναρρήττουσαι τὰς συγγεγομφωμένας σανίδας δεινὴν ἔκπληξιν τοῖς ἀντιταττομένοις παρείχοντο.
したがって、ある船は急所への一撃によって、被害を受けた敵船を沈没させ、また他の船は、何度も衝突を繰り返して、ボルトで留め合わされた板を破裂させ、立ち向かう者たちに凄まじい恐怖を与えた。
§14.72.6πάντῃ δὲ τῶν ἐξοχωτάτων νεῶν θραυομένων, αἱ μὲν ἐκ τῶν ἐμβολῶν ἀναρρηττόμεναι λακίδες ἐξαίσιον ἐποιοῦντο ψόφον, ὁ δὲ παρὰ τὴν μάχην παρήκων αἰγιαλὸς ἔγεμε νεκρῶν.
いたるところで最も優れた船が打ち砕かれ、衝突によって引き裂かれた破片は凄まじい響きを立て、戦闘が行われている場所に沿って伸びる海岸は、死体で埋め尽くされた。