§14.69.1ἀλλὰ τὸ μὲν Διονυσίου κατηγορεῖν ἐν Συρακοσίοις ἐπὶ πλεῖον οὐκ ἀναγκαῖον εἶναι νομίζω.
しかし、シラクサ人たちの前でディオニシオスをこれ以上長く告発することは、必要ではないと私は考える。
εἰ γὰρ οἱ διʼ αὐτῶν τῶν ἔργων ἀνήκεστα παθόντες οὐκ ἐγείρονται τοῖς θυμοῖς, ἦπου τοῖς λόγοις προαχθήσονται πρὸς τὴν κατὰ τούτου τιμωρίαν, καὶ ταῦτʼ ἰδόντες αὐτὸν πολίτην μὲν γεγονότα πονηρότατον, τύραννον δὲ πικρότατον, στρατηγὸν δὲ πάντων ἀγενέστατον;
なぜなら、実際の被害によって取り返しのつかない傷を負った人々が怒りによって立ち上がらないとすれば、まして言葉によってこの者に対する処罰へと駆り立てられることなどあろうか。 しかも、彼が市民としては最も邪悪であり、僭主としては最も苛烈であり、将軍としてはあらゆる者の中で最も卑劣な者であることを目撃していながら。
§14.69.2ὁσάκις μὲν γὰρ σὺν τούτῳ παρεταξάμεθα, τοσαυτάκις ἡττήθημεν·
なぜなら、我々がこの者とともに戦列を整えて戦った回数と同じだけ、我々は敗北したからである。
νυνὶ δὲ καθʼ αὑτοὺς ὀλίγαις ναυσὶ τὴν πᾶσαν τῶν πολεμίων δύναμιν κατεναυμαχήσαμεν.
しかし今、我々自身だけで、少数の船をもって敵の全軍を海戦で打ち破った。
διόπερ ἕτερον ἡγεμόνα ζητητέον, ὅπως μὴ τὸν σεσυληκότα τοὺς τῶν θεῶν ναοὺς στρατηγὸν ἔχοντες ἐν τῷ πολέμῳ θεομαχῶμεν.
したがって、神々の神殿を略奪した者を将軍に頂いて戦争において神々と戦うことのないよう、別の指導者を探さねばならない。
§14.69.3φανερῶς γὰρ τὸ δαιμόνιον ἀντιπράττει τοῖς τὸν ἀσεβέστατον προχειρισαμένοις ἐπὶ τὴν ἡγεμονίαν.
なぜなら、最も不敬虔な者を指導の任に選んだ人々に対して、神的な力が公然と敵対しているからである。
τὸ γὰρ μετὰ μὲν τούτου πάσας τὰς δυνάμεις ἡττῆσθαι, χωρὶς δὲ τούτου καὶ βραχὺ μέρος ἱκανὸν εἶναι καταπολεμῆσαι Καρχηδονίους, πῶς οὐ πᾶσιν ὁρατὴν ἔχει τὴν τῶν θεῶν ἐπιφάνειαν;
というのも、この者とともにあっては全軍が敗北し、この者なしでは、わずかな兵力であってもカルタゴ人を打ち破るのに十分であるということは、どうしてすべての人にとって神々の顕現を明白に示していると言わずにいられようか。
§14.69.4διόπερ, ὦ ἄνδρες, ἐὰν μὲν ἑκὼν ἀποτίθηται τὴν ἀρχήν, ἐάσωμεν αὐτὸν ἀπαλλάττεσθαι μετὰ τῶν ἰδίων ἐκ τῆς πόλεως·
それゆえ、諸君、もし彼が自発的に権力を退くならば、彼自身の身内を連れて都市から立ち去るのを認めよう。
ἐὰν δὲ μὴ βούληται, καιρὸν ἔχομεν κάλλιστον τὸν παρόντα πρὸς τὸ τῆς ἐλευθερίας ἀντιλαμβάνεσθαι.
しかし、もし彼がそれを望まないならば、我々には自由を取り戻すための、現在というこの上ない好機がある。
πάντες συνεληλύθαμεν, κύριοι τῶν ὅπλων ἐσμέν, συμμάχους ἔχομεν παρόντας οὐ μόνον τοὺς ἀπὸ τῆς Ἰταλίας Ἕλληνας, ἀλλὰ καὶ τοὺς ἀπὸ Πελοποννήσου.
我々は全員集まっており、自らの武器を手に持っており、イタリアからのギリシア人たちだけでなく、ペロポネソスからの同盟者たちをもここに得ている。
§14.69.5τὴν δὲ ἡγεμονίαν δοτέον κατὰ τοὺς νόμους πολίταις ἢ τοῖς κατὰ τὴν μητρόπολιν οἰκοῦσι Κορινθίοις ἢ τοῖς ἀφηγουμένοις τῆς Ἑλλάδος Σπαρτιάταις.
そして、指導権は法律に従って、市民たちに与えられるか、あるいは我々の母都市に居住するコリントス人たちに、さもなければギリシアを指導する立場にあるスパルタ人たちに与えられるべきである。