§14.6.1Λακεδαιμόνιοι δὲ ταπεινὴν τὴν πόλιν τῶν Ἀθηναίων ὁρῶντες, οὐδέποτε ἰσχῦσαι βουλόμενοι τοὺς Ἀθηναίους, ἔχαιρον καὶ φανερὰν ἑαυτῶν ἐποίουν τὴν διάθεσιν·
スパルタ人は、アテナイの市が零落したのを見て、アテナイ人が決して強大になることを望まなかったため、喜び、自らの意図を露わにした。
ἐψηφίσαντο γὰρ τοὺς Ἀθηναίων φυγάδας ἐξ ἁπάσης τῆς Ἑλλάδος ἀγωγίμους τοῖς τριάκοντα εἶναι, τὸν δὲ κωλύσοντα πέντε ταλάντοις ἔνοχον εἶναι.
すなわち、彼らはギリシア全土からアテナイの亡命者を三十人政権へと引き渡すこと、そしてそれを妨げる者には五タラントンの罰金を科すことを議決したのである。
§14.6.2δεινοῦ δʼ ὄντος τοῦ ψηφίσματος, αἱ μὲν ἄλλαι πόλεις καταπεπληγμέναι τὸ βάρος τῶν Σπαρτιατῶν ὑπήκουον, Ἀργεῖοι δὲ πρῶτοι, μισοῦντες μὲν τὴν Λακεδαιμονίων ὠμότητα, κατελεοῦντες δὲ τὰς τύχας τῶν ἀκληρούντων, ὑπεδέχοντο φιλανθρώπως τοὺς φυγάδας.
この議決が過酷なものであったため、他の都市はスパルタ人の威圧感に恐れをなして従ったが、アルゴス人が真っ先に、スパルタ人の残酷さを憎み、不運な者たちの境遇を深く憐れんで、亡命者たちを温かく迎え入れた。
§14.6.3καὶ Θηβαῖοι δὲ ἐψηφίσαντο ὑπάρχειν πρόστιμον τῷ θεασαμένῳ μὲν ἀγόμενον φυγάδα, μὴ βοηθήσαντι δὲ κατὰ τὸ δυνατόν.
またテーバイ人も、亡命者が連行されるのを目撃しながら能力の及ぶ限り助けようとしなかった者に対して、罰金を科すことを議決した。
τὰ μὲν οὖν περὶ Ἀθηναίους ἐν τούτοις ἦν.
アテナイ人をめぐる状況は、このようであった。