§14.68.1καίτοι γε εἴ τις βούλεται τἀκριβὲς ζητεῖν, εὑρήσει Διονύσιον οὐχ ἧττον τοῦ πολέμου τὴν εἰρήνην εὐλαβούμενον.
しかしながら、もし誰かが正確な事実を究明しようとするならば、ディオニシオスが戦争に劣らず平和を警戒していることを見出すであろう。
νῦν μὲν γὰρ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον νομίζει τοὺς Συρακοσίους μηθὲν ἐπιχειρήσειν κατʼ αὐτοῦ πρᾶξαι, καταπονηθέντων δὲ τῶν Καρχηδονίων ἀντιλήψεσθαι τῆς ἐλευθερίας, τῶν μὲν ὅπλων κυριεύοντας, διὰ δὲ τὰς πράξεις πεφρονηματισμένους.
なぜなら現在、彼は敵に対する恐怖のゆえに、シラクサ人が彼に対して何事も企てはしないだろうと考えているが、カルタゴ人が打ち倒されたならば、彼らが武器を手にし、かつその実績によって誇りを高くして、自由を奪い返そうとするだろうと考えているからである。
§14.68.2διὰ τοῦτο γάρ, οἶμαι, κατὰ μὲν τὸν πρῶτον πόλεμον προδοὺς Γέλαν καὶ Καμάριναν ταύτας ἀοικήτους ἐποίησεν, ἐν δὲ ταῖς συνθήκαις ἐκδότους τὰς πλείστας, Ἑλληνίδας πόλεις συνέθετο.
私が思うに、まさにこのことのために、最初の戦争において彼はゲラとカマリナを裏切ってこれらを無人の地とし、条約においては、ギリシア人の諸都市の大部分を引き渡すことで合意したのである。
§14.68.3μετὰ δὲ ταῦτʼ ἐν εἰρήνῃ Νάξον καὶ Κατάνην παρασπονδῶν ἐξανδραποδισάμενος ἣν μὲν κατέσκαψεν, ἣν δὲ τοῖς ἐξ Ἰταλίας Καμπανοῖς οἰκητήριον ἔδωκεν.
その後、平和な時期に、彼は条約を破ってナクソスとカタネを奴隷化し、一方を破壊し、他方をイタリアからのカンパニア人たちに居住地として与えた。
§14.68.4ἐπειδὴ δὲ ἐκείνων ἀπολομένων οἱ περιλειφθέντες πολλάκις ἐπεβάλοντο καταλῦσαι τὴν τυραννίδα, πάλιν τοῖς Καρχηδονίοις πόλεμον κατήγγειλεν·
しかし、それらの都市が滅ぼされた後、生き残った人々がしばしば僭主政治を打倒しようと企てたので、彼は再びカルタゴ人に戦争を告げた。
οὐ γὰρ οὕτως εὐλαβεῖτο λῦσαι τὰς συνθήκας παρὰ τοὺς ὅρκους, ὡς ἐφοβεῖτο τὰ περιλελειμμένα συστήματα τῶν Σικελιωτῶν.
というのも、彼は誓いに反して条約を破ることをそれほど警戒していたのではなく、シケリア人たちの生き残った集団を恐れていたからである。
καὶ δὴ φαίνεται διὰ παντὸς ἐπηγρυπνηκὼς τῇ τούτων ἀπωλείᾳ.
そして実際、彼は常にこれらを破滅させるために油断なく目を光らせていたように見える。
§14.68.5καὶ πρῶτον μὲν περὶ Πάνορμον δυνάμενος παρατάξασθαι τοῖς πολεμίοις, ἀποβαινόντων ἐκ τῶν νεῶν καὶ τὰ σώματα κακῶς ἐχόντων διὰ τὸν σάλον, οὐκ ἠβουλήθη·
そして第一に、パノルモス近郊において、敵が船から上陸し船酔いのために体調を崩しているときに、戦列を整えて戦うことができたにもかかわらず、彼はそうしようとしなかった。
μετὰ δὲ ταῦτα τὴν Μεσσήνην ἐπίκαιρον καὶ τηλικαύτην πόλιν ἀβοήθητον περιιδὼν εἴασε κατασκαφῆναι, ὅπως μὴ μόνον ὡς πλεῖστοι διαφθείρωνται τῶν Σικελιωτῶν, ἀλλὰ καὶ Καρχηδόνιοι τὰς ἐξ Ἰταλίας βοηθείας καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐμφράξωσιν.
その後、要衝でありこれほど大きな都市であるメッセネを救援せず見過ごし、破壊されるに任せた。 それは、できるだけ多くのシケリア人が滅ぼされるためだけでなく、カルタゴ人がイタリアからの支援やペロポネソスからの艦隊を遮断できるようにするためでもあった。
§14.68.6τὸ δὲ τελευταῖον ἐν τῷ Καταναίων αἰγιαλῷ διηγωνίσατο, παρεὶς πρὸς τῇ πόλει τὴν μάχην συστήσασθαι πρὸς τὸ τοὺς ἐλαττουμένους καταφεύγειν εἰς τοὺς οἰκείους λιμένας.
最後に、彼はカタネの海岸において戦い、敗北した者たちが味方の港に逃げ込めるように都市の近くで戦闘を組織することを見送った。
μετὰ δὲ τὴν ναυμαχίαν, μεγάλων πνευμάτων ἐπιγενομένων καὶ τῶν Καρχηδονίων ἀναγκασθέντων νεωλκῆσαι τὸν στόλον, καιρὸν εἶχε τοῦ νικᾶν κάλλιστον·
だが、海戦の後、大風が起こり、カルタゴ人が艦隊を陸に引き揚げざるを得なくなったとき、彼は勝利するためのこの上ない好機を手にした。
§14.68.7τὸ μὲν γὰρ πεζὸν στράτευμα τῶν πολεμίων οὔπω κατηντηκὸς ἦν, τὸ δὲ μέγεθος τοῦ χειμῶνος ἐπὶ τὸν αἰγιαλὸν αὐτοῖς τὰς ναῦς ἐξέβραττεν.
なぜなら、敵の陸上部隊はまだ到着していなかったし、激しい嵐が彼らの船を海岸に打ち上げていたからである。
τότε συνεπιθεμένων ἡμῶν πεζῇ πάντων ἠναγκάσθησαν ἂν ἀποβαίνοντες ἁλίσκεσθαι ῥᾳδίως ἢ πρὸς τὰ κύματα βιαζόμενοι τὸν αἰγιαλὸν πληρῶσαι ναυαγίων.
そのとき、我々全員が陸上から共同で攻撃を仕掛けていたなら、彼らは上陸して容易に捕らえられるか、あるいは波と戦って海岸を難破船で埋め尽くすかのどちらかを余儀なくされたはずであった。