Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.59.1-14.59.7

噴火によるカルタゴ軍分断とディオニュシオスの迎撃企図

353 / 723 箇所 · ギリシア語

要旨

ヒミルコンはマゴンに海路でタウロス(のちのタウロメニオン)へ、自身は陸路で進軍するよう命じるが、エトナ山の噴火による溶岩で陸路が遮られ、マゴンと一時分断される。これを知ったディオニシオスは、カルタゴ陸海軍が合流する前にマゴンに海戦を挑もうとカタネへ急ぐ。

§14.59.1ἐναποδειξάμενος οὖν τὸ πρὸς τοὺς Ἕλληνας μῖσος ἐν τῇ τῶν Μεσσηνίων ἀτυχίᾳ, Μάγωνα μὲν τὸν ναύαρχον ἀπέστειλε μετὰ τῆς ναυτικῆς δυνάμεως, προστάξας παραπλεῖν ἐπὶ τὸν λόφον τὸν καλούμενον Ταῦρον.
こうしてメッセネ人たちの不幸においてギリシア人に対する憎しみを露わにした後、[ヒミルコンは]海軍の指揮官マゴンを海軍力と共に送り出し、タウロスと呼ばれる丘へと沿岸を進むよう命じた。
τοῦτον δὲ κατειληφότες ἦσαν Σικελοί, συχνοὶ μὲν τὸ πλῆθος ὄντες, οὐδένα δʼ ἔχοντες ἡγεμόνα.
シケル人たちがこの丘を占拠していたが、彼らは多人数であったものの、指導者を一人も持っていなかった。
§14.59.2τούτοις δὲ τὸ μὲν πρότερον Διονύσιος δεδώκει τὴν τῶν Ναξίων χώραν, τότε δʼ ὑπʼ Ἰμίλκου πεισθέντες ἐπαγγελίαις τὸν λόφον κατελάβοντο.
彼らに対しては、以前ディオニシオスがナクソス人の土地を与えていたが、その時はヒミルコンの約束に説得されて丘を占拠したのである。
ὀχυροῦ δʼ ὄντος τούτου, καὶ τότε καὶ μετὰ τὸν πόλεμον ᾤκουν αὐτὸν τεῖχος περιβαλόμενοι, καὶ τὴν πόλιν διὰ τὸ μεῖναι τοὺς ἐπὶ τὸν Ταῦρον ἀθροισθέντας Ταυρομένιον ὠνόμασαν.
ここが堅固であったため、彼らは当時も戦争の後も周囲に城壁を巡らせてそこに居住し、タウロスに集まった者たちがそこにとどまったことから、その都市をタウロメニオンと名付けた。
§14.59.3Ἰμίλκων δὲ ἀναλαβὼν τὴν πεζὴν στρατιὰν εὔτονον τὴν πορείαν ἐποιεῖτο, καὶ κατήντησε τῆς Ναξίας ἐπὶ τὸν προειρημένον τόπον, ἅμα καὶ Μάγωνος καταπλεύσαντος.
一方ヒミルコンは、歩兵軍を引き連れて精力的に行軍を進め、ナクソス領内の前述の場所に到着したが、それはちょうどマゴンが船で到着したのと同時であった。
προσφάτως δὲ πυρὸς ἐκραγέντος ἐκ τῆς Αἴτνης μέχρι τῆς θαλάττης, οὐκέτι δυνατὸν ἦν τὴν πεζὴν στρατιὰν συμπαράγειν παραπλεούσαις ταῖς ναυσίν·
しかし、最近アイトネから海まで火が噴出したため、沿岸を進む船と並行して歩兵軍を進めることはもはや不可能であった。
ἐφθαρμένων γὰρ τῶν παρὰ τὴν θάλατταν τόπων ὑπὸ τοῦ καλουμένου ῥύακος, ἀναγκαῖον ἦν τὸ πεζὸν στρατόπεδον περιπορεύεσθαι τὸν τῆς Αἴτνης λόφον.
なぜなら、海岸沿いの土地が「リュアクス」と呼ばれるものによって破壊されていたため、歩兵の陣営はアイトネの山を迂回せざるを得なかったからである。
§14.59.4διόπερ Μάγωνι προσέταξε καταπλεῖν ἐπὶ τῆς Κατάνης, αὐτὸς δὲ διὰ τῆς μεσογείου ταχέως ὁρμήσας ἔσπευδε συμμῖξαι ταῖς ναυσὶ περὶ τὸν τῶν Καταναίων αἰγιαλόν·
そのため、彼はマゴンにカタネへと航行するよう命じ、自身は内陸部を通って素早く進み、カタネ人の海岸付近で船と合流しようと急いだ。
εὐλαβεῖτο γὰρ μήποτε διεσπαρμένης τῆς δυνάμεως οἱ Σικελιῶται τοῖς περὶ τὸν Μάγωνα διαναυμαχήσωσιν·
というのも、軍勢が分断されている間に、シケリアのギリシア人たちがマゴンの率いる軍勢と海戦を交えるのではないかと恐れたからである。
ὅπερ καὶ συνετελέσθη.
そして、まさにそれが現実となったのである。
§14.59.5Διονύσιος γὰρ τὸν μὲν πλοῦν εἰδὼς τῷ Μάγωνι βραχὺν ὄντα, τὴν δὲ πορείαν τοῖς πεζοῖς ἐργώδη καὶ μακράν, ἔσπευδεν ἐπὶ τῆς Κατάνης,βουλόμενος ναυμαχῆσαι πρὸς Μάγωνα, πρὶν ἐλθεῖν τοὺς περὶ τὸν Ἰμίλκωνα.
ディオニシオスは、マゴンにとっての航路は短く、歩兵にとっての行軍は困難で長いことを知っていたので、ヒミルコンの一行が到着する前にマゴンと海戦を行おうと、カタネへと急いだ。
§14.59.6ἤλπιζε γὰρ τῶν πεζῶν ἐκτεταγμένων παρὰ τὸν αἰγιαλὸν τοῖς μὲν ἰδίοις θάρσος παρέξεσθαι, τοὺς δὲ πολεμίους δειλοτέρους ἔσεσθαι·
というのも、歩兵が海岸沿いに整列していれば、味方には勇気を与え、敵はより臆病になるであろうと期待していたからである。
τὸ δὲ μέγιστον, εἴ τι συμβαίη γενέσθαι πταῖσμα, ταῖς θλιβομέναις ναυσὶν ἐξῆν καταφυγεῖν πρὸς τὸ τῶν πεζῶν στρατόπεδον.
そして何よりも、もし何らかの敗退が生じたとしても、苦境に陥った船が歩兵の陣営へと逃げ込むことができるからであった。
§14.59.7ταῦτα δὲ διανοηθεὶς Λεπτίνην μὲν ἀπέστειλε μετὰ πασῶν τῶν νεῶν, παραγγείλας ἀθρόοις τοῖς σκάφεσι ναυμαχεῖν καὶ μὴ λύειν τὴν τάξιν, ὅπως μὴ κινδυνεύσωσιν ὑπὸ τοῦ πλήθους τῶν ἐναντίων·
このように考えて、彼はレプティネスをすべての船と共に送り出し、敵の多さによって危険に陥らないよう、密集した隊列で海戦を行い、陣形を崩さないようにと命じた。
εἶχον γὰρ οἱ περὶ τὸν Μάγωνα σὺν ταῖς ὁλκάσι καὶ ταῖς ἄλλαις ταῖς ἐπικώποις, οὔσαις χαλκεμβόλοις, ναῦς οὐκ ἐλάττους πεντακοσίων.
というのも、マゴンの側は、商船や青銅の衝角を持つ他の漕ぎ船を含めて、五百隻を下回らない船を擁していたからである。

語釈・文法注

  1. 14.59.1ἐναποδειξάμενος — デポネント動詞 ἐναποδείκνυμαι の中道アオリスト分詞で、主節の主語(ヒミルコン)の先行する行為を表す。
  2. 14.59.2διὰ τὸ μεῖναι τοὺς ἐπὶ τὸν Ταῦρον ἀθροισθέντας — 前置詞 διὰ と冠詞付き不定詞(対格)による原因の表現。不定詞 μεῖναι の意味上の主語は、対格の名詞句 τοὺς ἐπὶ τὸν Ταῦρον ἀθροισθέντας である。
  3. 14.59.3πυρὸς ἐκραγέντος — 属格独立構文。アイトネ火山(エトナ山)の噴火という状況を付帯状況あるいは原因として説明している。
  4. 14.59.4εὐλαβεῖτο γὰρ μήποτε ... διαναυμαχήσωσιν — 懸念を示す動詞 εὐλαβεῖτο(未完了過去)に導かれる従属節。歴史時制の後ろであるが、生き生きとした描写のために希求法ではなく接続法(aorist)が保持されている。
  5. 14.59.5τὸν μὲν πλοῦν εἰδὼς τῷ Μάγωνι βραχὺν ὄντα — 知覚動詞 εἰδώς(分詞)の補文として分詞 ὄντα が用いられている。与格 τῷ Μάγωνι は「マゴンにとっての」という関係・利害の与格。
  6. 14.59.6τῶν πεζῶν ἐκτεταγμένων — 属格独立構文であり、ここでは条件(「もし歩兵が整列していれば」)の意味を表す。主節の不定詞句(παρέξεσθαι... ἔσεσθαι)に係る。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.59.1-14.59.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.59.1-14.59.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。