§14.61.1οἱ δὲ Σικελιῶται τὴν πορείαν μὲν ἐπὶ Συρακουσῶν ἐποιήσαντο, νομίζοντες δὲ πάντως εἰς ἐργώδη πολιορκίαν συγκλεισθήσεσθαι, παρεκάλουν τὸν Διονύσιον εὐθέως ἀπαντᾶν τοῖς περὶ τὸν Ἰμίλκωνα διὰ τὴν γεγενημένην νίκην·
一方、シケリアのギリシア人たちはシラクサへと進路を取ったが、このままでは確実に困難な包囲戦に閉じ込められるだろうと考え、ディオニシオスに対し、敵が(海戦での)あの勝利によって勢いづいているうちに直ちに対抗して戦うよう促した。
τάχα γὰρ τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπλήξεσθαι τοὺς βαρβάρους καὶ τὸ πρότερον ἐλάττωμα διορθώσεσθαι.
というのも、不意の出現によってバルバロイは驚愕し、先の敗北は挽回されるだろうと考えたからである。
§14.61.2Διονύσιος δὲ τὸ μὲν πρῶτον τοῖς παρακαλοῦσι πειθόμενος ἕτοιμος ἦν ἄγειν τὴν δύναμιν ἐπὶ Ἰμίλκωνα·
ディオニシオスは、最初は促す者たちに説得されて、イミルコンに対して軍を率いる用意をしていた。
ὡς δέ τινες τῶν φίλων ἔλεγον αὐτῷ, ὅτι κινδυνεύσει τὴν πόλιν ἀποβαλεῖν, ἐὰν Μάγων ἀναχθῇ μετὰ τοῦ στόλου παντὸς ἐπὶ Συρακουσῶν, εὐθέως μετενόησε·
しかし、友人たちの一部が彼に「もしマゴンが全艦隊を率いてシラクサへと出航すれば、都市を失う危険がある」と告げると、すぐに考えを変えた。
καὶ γὰρ τὴν Μεσσήνην ᾔδει τῷ παραπλησίῳ τρόπῳ τοῖς βαρβάροις ὑποχείριον γεγενημένην.
というのも、メッセネが同様の方法でバルバロイの支配下に落ちたことを彼は知っていたからである。
ὥστε οὐκ ἀσφαλὲς εἶναι νομίζων ἔρημον ποιῆσαι τὴν πόλιν τῶν ἀμυνομένων, ἀνέζευξεν ἐπὶ Συρακουσῶν.
それゆえ、守備兵のいない状態で都市を空にすることは安全ではないと考え、シラクサへと撤退した。
§14.61.3τῶν δὲ Σικελιωτῶν οἱ πλεῖστοι χαλεπῶς φέροντες ἐπὶ τῷ μὴ βούλεσθαι τοῖς πολεμίοις ἀπαντᾶν, καταλιπόντες τὸν Διονύσιον οἱ μὲν εἰς τὰς ἰδίας πατρίδας, οἱ δʼ εἰς τὰ σύνεγγυς τῶν φρουρίων ἀπεχώρησαν.
一方、シケリアのギリシア人たちの大部分は、彼が敵に対抗して戦うことを望まないことに憤慨し、ディオニシオスを見捨てて、ある者たちは自分たちの祖国へと、またある者たちは近隣の砦へと立ち去った。
§14.61.4Ἰμίλκων δὲ δυσὶν ἡμέραις κατανύσας εἰς τὸν τῶν Καταναίων αἰγιαλόν, τὰς μὲν ναῦς ἁπάσας ἐνεώλκησε, μεγάλου πνεύματος ἐπιγενομένου, τὴν δὲ δύναμιν ἐφʼ ἡμέρας τινὰς ἀναλαμβάνων πρέσβεις ἀπέστειλε πρὸς τοὺς τὴν Αἴτνην κατέχοντας Καμπανούς, παρακαλῶν ἀποστῆναι τοῦ Διονυσίου.
一方イミルコンは、二日間でカタネの海岸に到着すると、強い風が吹き始めたため、すべての船を陸に引き揚げた。 そして、数日間にわたり軍隊を休養させつつ、アイトネを占拠していたカンパニア人たちのもとへ使節を派遣し、ディオニシオスから離反するよう求めた。
§14.61.5ἐπηγγέλλετο δʼ αὐτοῖς χώραν τε δωρήσεσθαι πολλὴν καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων κοινωνοὺς ποιήσεσθαι·
彼は彼らに、多くの土地を贈ること、そして戦争による戦利品を分配することを約束した。
ἐδίδασκε δὲ καὶ τοὺς τὴν Ἔντελλαν κατοικοῦντας Καμπανοὺς εὐδοκοῦντας Καρχηδονίοις καὶ συμμαχοῦντας κατὰ τῶν Σικελιωτῶν, καθόλου δὲ τὸ τῶν Ἑλλήνων ἀπεδείκνυε πολέμιον ὑπάρχον τῶν ἄλλων ἐθνῶν.
また、エンテラに居住するカンパニア人たちがカルタゴ人たちに満足しており、シケリアのギリシア人たちに対して共同で戦っていることを指摘し、総じて、ギリシアの民は他の諸民族にとって敵であることを示した。
§14.61.6οἱ δὲ Καμπανοὶ δεδωκότες ὁμήρους τῷ Διονυσίῳ, καὶ τοὺς ἀρίστους τῶν στρατιωτῶν ἀπεσταλκότες εἰς Συρακούσας, ἠναγκάσθησαν διατηρῆσαι τὴν πρὸς Διονύσιον συμμαχίαν, καίπερ ἐπιθυμοῦντες μεταβαλέσθαι πρὸς Καρχηδονίους.
しかし、カンパニア人たちはディオニシオスに人質を差し出しており、また最も優秀な兵士たちをシラクサに送っていたため、カルタゴ人たちに寝返ることを望んでいたにもかかわらず、ディオニシオスとの同盟を維持せざるを得なかった。