§14.58.1οἱ δὲ Σικελοί, πάλαι μὲν μισοῦντες τὸν Διονύσιον, τότε δὲ καιρὸν τῆς ἀποστάσεως ἔχοντες, μετεβάλοντο πρὸς Καρχηδονίους πλὴν Ἀσσωρίνων ἅπαντες.
一方、シケル人たちは、以前からディオニシオスを憎んでいたが、その時は離反の機会を得たため、アッソリノス人を除いて全員がカルタゴ人の側へと寝返った。
Διονύσιος δʼ ἐν ταῖς Συρακούσαις τοὺς δούλους ἐλευθερώσας, ἐπλήρωσεν ἐξ αὐτῶν ναῦς ἑξήκοντα·
ディオニシオスはシラクサにおいて奴隷たちを解放し、彼らの中から六十隻の船の乗組員を満たした。
μετεπέμψατο δὲ καὶ παρὰ Λακεδαιμονίων μισθοφόρους πλείω τῶν χιλίων, καὶ τὰ κατὰ τὴν χώραν φρούρια περιπορευόμενος ὠχύρου καὶ σῖτον παρεκόμιζεν·
また、ラケダイモン人たちのもとからも千人以上の傭兵を呼び寄せ、地方にある砦を巡回して補強し、食糧を運び込んだ。
ἐπιμελέστατα δὲ τὰς ἐν Λεοντίνοις ἀκροπόλεις ἐτείχισε καὶ τὸν ἐκ τῶν πεδίων σῖτον εἰς ταύτας συνήθροισεν.
とりわけ入念にレオンティノイの城塞を城壁で囲み、平野部からの食糧をこれらの中に集積した。
§14.58.2ἔπεισε δὲ καὶ τοὺς τὴν Κατάνην οἰκοῦντας Καμπανοὺς εἰς τὴν νῦν καλουμένην Αἴτνην μεταστῆναι διὰ τὸ λίαν εἶναι τὸ φρούριον ὀχυρόν.
また彼は、カタネに住むカンパニア人たちを説得して、その砦が極めて堅固であることを理由に、現在アイトネと呼ばれている場所に移住させた。
μετὰ δὲ ταῦτα ἀπὸ τῶν Συρακουσῶν ἑκατὸν ἑξήκοντα σταδίους προαγαγὼν ἅπασαν τὴν δύναμιν κατεστρατοπέδευσε περὶ τὸν Ταῦρον καλούμενον.
この後、シラクサから百六十スタディオン全軍を進め、タウロスと呼ばれる場所の周辺に陣を張った。
εἶχε δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ πλείους τῶν τρισχιλίων, ναῦς δὲ ἑκατὸν ὀγδοήκοντα· τούτων δʼ ὀλίγαι μὲν ἦσαν τριήρεις.
彼はその時、歩兵三万人、騎兵三千人以上、船百八十隻を擁していたが、これらのうち三段櫂船はわずかであった。
§14.58.3Ἰμίλκων δὲ τὰ τείχη τῆς Μεσσήνης κατασκάψας προσέταξε τοῖς στρατιώταις καταβαλεῖν τὰς οἰκίας εἰς ἔδαφος, καὶ μήτε κέραμον μήθʼ ὕλην μήτʼ ἄλλο μηδὲν ὑπολιπεῖν, ἀλλὰ τὰ μὲν κατακαῦσαι, τὰ δὲ συντρῖψαι.
一方、ヒミルコンはメッセネの城壁を破壊し、兵士たちに家々を地面まで取り壊し、瓦も木材もその他何一つ残さずに、あるものは焼き払い、他のものは粉々に打ち砕くよう命じた。
ταχὺ δὲ τῇ τῶν στρατιωτῶν πολυχειρίᾳ λαβόντων τῶν ἔργων συντέλειαν, ἡ πόλις ἄγνωστος ἦν ὅτι πρότερον αὐτὴν οἰκεῖσθαι συνέβαινεν.
多くの兵士たちの手によって作業が速やかに完了すると、その都市は、以前そこに人が住んでいたことすら分からなくなるほどであった。
§14.58.4ὁρῶν γὰρ τὸν τόπον πόρρω μὲν ἀπὸ τῶν συμμαχίδων πόλεων κεχωρισμένον, εὐκαιρότατον δὲ τῶν περὶ Σικελίαν ὄντα, προῄρητο δυεῖν θάτερον, ἢ τελέως ἀοίκητον διατηρεῖν ἢ δυσχερῆ καὶ πολυχρόνιον τὴν κτίσιν αὐτῆς γίνεσθαι.
というのも、彼はその場所が同盟都市から遠く離れており、シケリア周辺で最も好都合な位置にあるのを見て、二つのうち一方を選択していたからである。 すなわち、完全に無人のまま保つか、あるいは、その再建が困難で長時間を要するものとなるようにすることである。