§14.51.1Διονύσιος δὲ τῇ πολυχειρίᾳ τῶν ἐργαζομένων συντελέσας τὸ χῶμα, προσήγαγε παντοίας μηχανὰς τοῖς τείχεσι, καὶ τοῖς μὲν κριοῖς ἔτυπτε τοὺς πύργους, τοῖς δὲ καταπέλταις ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους·
ディオニュシオスは、大勢の労働者の手によって土塁を完成させると、あらゆる種類の攻城兵器を城壁に引き寄せ、あるものでは破城槌によって塔を叩き、またあるものではカタパルトによって胸壁の上で戦う者たちを退かせた。
προσήγαγε δὲ καὶ τοὺς ὑπὸ τῶν τροχῶν πύργους τοῖς τείχεσιν, ἑξωρόφους ὄντας, οὓς κατεσκεύασε πρὸς τὸ τῶν οἰκιῶν ὕψος.
また、車輪の付いた塔をも城壁に近づけたが、それは6階建てのもので、家々の高さに合わせて彼が作らせたものであった。
§14.51.2οἱ δὲ τὴν Μοτύην κατοικοῦντες ἐν χερσὶ τοῦ κινδύνου καθεστῶτος ὅμως οὐ κατεπλάγησαν τὴν τοῦ Διονυσίου δύναμιν, καίπερ ὄντες ἔρημοι συμμάχων κατʼ ἐκεῖνον τὸν καιρόν.
他方、モテュエの住民たちは、危険が間近に迫っていたにもかかわらず、その当時同盟者もなく孤立していたにもかかわらず、ディオニュシオスの軍勢に恐れおののくことはなかった。
ὑπερτιθέμενοι δὲ τῇ φιλοδοξίᾳ τοὺς πολιορκοῦντας, τὸ μὲν πρῶτον ἐκ τῶν μεγίστων ἱστῶν κεραίαις ἱσταμέναις ἐβάσταζον ἄνδρας ἐν θωρακίοις, οὗτοι δʼ ἀφʼ ὑψηλῶν τόπων δᾷδας ἡμμένας ἠφίεσαν καὶ στυππεῖα καιόμενα μετὰ πίττης εἰς τὰς τῶν πολεμίων μηχανάς.
そして、闘志において包囲する者たちを上回り、最初は、最も大きなマストから立てられた帆桁によって、甲冑を身につけた男たちを吊り上げた。 そして彼らは高い場所から、火のついた松明や、ピッチとともに燃える麻屑を、敵の攻城兵器へと投げ落とした。
§14.51.3ταχὺ δὲ τῆς φλογὸς ἐπινεμομένης τὴν ὕλην, ὀξέως οἱ Σικελιῶται παραβοηθήσαντες ταύτην μὲν ἀπέσβεσαν, τοῖς δὲ κριοῖς πυκνὰς τὰς ἐμβολὰς διδόντες κατέβαλον μέρος τοῦ τείχους.
しかし、炎がすみやかに木材に燃え広がったので、シケリア人たちは素早く救援に駆けつけてこれを消し止め、破城槌で絶え間なく衝撃を加えることによって、城壁の一部を打ち崩した。
συνδραμόντων δʼ ἐπὶ τὸν τόπον ἀθρόων ἐξ ἑκατέρου μέρους ἰσχυρὰν συνέβαινε τὴν μάχην γίνεσθαι.
そして、双方がその場所に大挙して駆けつけたため、激しい戦闘が起こることとなった。
§14.51.4οἱ μὲν γὰρ Σικελιῶται κεκρατηκέναι τῆς πόλεως ἤδη νομίζοντες, πᾶν ὑπέμενον ἕνεκεν τοῦ τοὺς Φοίνικας ἀμύνεσθαι, περὶ ὧν πρότερον εἰς αὐτοὺς ἡμαρτήκεισαν·
というのも、シケリア人たちは、すでに都市を制圧したと考えており、フェニキア人たちが以前に自分たちに対して犯した罪に対して復讐を果たすために、あらゆる苦難に耐えたからである。
οἱ δʼ ἐκ τῆς πόλεως πρὸ ὀφθαλμῶν λαμβάνοντες τὰ τῆς αἰχμαλωσίας δεινά, καὶ φυγὴν οὐδεμίαν ὁρῶντες ὑπάρχουσαν οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν, οὐκ ἀγενῶς ὑπέμενον τὸν θάνατον.
他方、都市の側は、捕虜となることの恐ろしさを目の当たりにし、陸路を通じても海路を通じても、逃げ道が全くないことを見てとり、雄々しく死に立ち向かった。
§14.51.5θεωροῦντες δὲ τὴν ἀπὸ τῶν τειχῶν ἐπικουρίαν περιῃρημένην, ἐνέφραττον τοὺς στενωπούς, καὶ ταῖς ἐσχάταις οἰκίαις ἐχρῶντο καθάπερ τειχίῳ πολυτελῶς ᾠκοδομημένῳ.
そして、城壁からの助けが奪い去られたのを見て、彼らは路地を塞ぎ、一番外側の家々を、頑丈に築かれた城壁であるかのように用いた。
ὅθεν εἰς μείζονα δυσχέρειαν οἱ περὶ τὸν Διονύσιον παρεγενήθησαν.
このため、ディオニュシオスとその部下たちは、より大きな困難に直面することとなった。
§14.51.6παρεισπεσόντες γὰρ ἐντὸς τοῦ τείχους, καὶ δοκοῦντες ἤδη κυριεύειν τῆς πόλεως, ὑπὸ τῶν ἐν ταῖς οἰκίαις ὄντων ἐξ ὑπερδεξίων τόπων κατετιτρώσκοντο.
なぜなら、城壁の内側へと乱入し、すでに都市を支配下に置いたと思い込んでいた彼らは、家々の中にいる者たちによって、高い場所から狙い撃ちにされたからである。
§14.51.7οὐ μὴν ἀλλὰ τοὺς ξυλίνους πύργους προσαγαγόντες ταῖς πρώταις οἰκίαις ἐπιβάθρας κατεσκεύασαν.
しかしながら、彼らは木製の塔を最初の家々に引き寄せ、渡り板を架けた。
ἴσων δʼ ὄντων τῶν μηχανημάτων τοῖς οἰκοδομήμασι, τὸ λοιπὸν ἐκ χειρὸς συνέβαινεν εἶναι τὴν μάχην.
攻城兵器が建物と同じ高さであったため、その先は至近距離での戦闘が行われることとなった。
οἱ μὲν γὰρ Σικελιῶται τὰς ἐπιβάθρας ἐπιρριπτοῦντες, διὰ τούτων ἐπὶ τὰς οἰκίας ἐβιάζοντο·
というのも、シケリア人たちは渡り板を投げ渡し、これらを通じて家々の中へと押し入ろうとしたからである。