Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.48.1-14.48.5

エリュクスの帰順とモテュエ包囲の着手

342 / 723 箇所 · ギリシア語

要旨

エリュクスの帰順とモテュエの包囲戦への準備が語られ、ディオニュシオスがモテュエへの堤防建設を開始したのち、他の同盟都市へ遠征する様子が描かれる。

§14.48.1τηλικαύτης δὲ τῆς παρασκευῆς οὔσης, Ἐρυκῖνοι μὲν καταπλαγέντες τὸ μέγεθος τῆς δυνάμεως καὶ μισοῦντες Καρχηδονίους προσεχώρησαν τῷ Διονυσίῳ, οἱ δὲ τὴν Μοτύην κατοικοῦντες προσδεχόμενοι τὴν ἐκ Καρχηδονίων βοήθειαν οὐ κατεπλήττοντο τὴν Διονυσίου δύναμιν, ἀλλὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζοντο·
これほど大規模な軍事準備であったため、エリュクスの住民たちは、軍勢の大きさに圧倒され、またカルタゴ人を憎んでいたのでディオニュシオスに帰順した。 しかし、モテュエの住民たちはカルタゴからの救援を期待していたため、ディオニュシオスの軍勢に屈することなく、包囲戦への準備を整えた。
οὐ γὰρ ἠγνόουν τοὺς Συρακοσίους ὅτι πρώτην τὴν Μοτύην πορθήσουσι διὰ τὸ πιστοτάτην εἶναι τοῖς Καρχηδονίοις.
なぜなら彼らは、モテュエがカルタゴ人にとって最も忠実であったために、シラクサ人がここを真っ先に破壊するであろうことを知っていたからである。
§14.48.2αὕτη δʼ ἡ πόλις ἦν ἐπί τινος νήσου κειμένη, τῆς Σικελίας ἀπέχουσα σταδίους ἕξ, τῷ δὲ πλήθει καὶ τῷ κάλλει τῶν οἰκιῶν εἰς ὑπερβολὴν πεφιλοτεχνημένη διὰ τὴν εὐπορίαν τῶν κατοικούντων.
この都市はある島の上に位置しており、シケリアから六スタディオン離れていた。 そして、住民たちの富裕さのおかげで、住宅の多さと美しさにおいて、極限に達するほど精巧に造り込まれていた。
εἶχε δὲ καὶ ὁδὸν στενὴν χειροποίητον φέρουσαν ἐπὶ τὸν τῆς Σικελίας αἰγιαλόν, ἣν οἱ Μοτυηνοὶ τότε διέσκαψαν, ὡς μὴ προσόδους ἔχοιεν κατʼ αὐτῶν οἱ πολέμιοι.
また、シケリアの海岸へと至る手造りの狭い道路があったが、モテュエの人々は当時これを掘り崩した。 敵が自分たちに対して接近する経路を持たないようにするためである。
§14.48.3Διονύσιος δὲ μετὰ τῶν ἀρχιτεκτόνων κατασκεψάμενος τοὺς τόπους, ἤρξατο χώματα κατασκευάζειν ἐπὶ τὴν Μοτύην, καὶ τὰς μὲν μακρὰς ναῦς παρὰ τὸν εἴσπλουν τοῦ λιμένος ἐνεώλκησε, τὰ δὲ φορτηγὰ τῶν πλοίων ὥρμισε παρὰ τὸν αἰγιαλόν.
ディオニュシオスは、技術者たちとともにその地を視察すると、モテュエに向けて堤防の建設を始め、軍船を入江の入り口の傍らに引き上げ、貨物船を海岸の近くに停泊させた。
§14.48.4μετὰ δὲ ταῦτα ἐπὶ μὲν τῶν ἔργων κατέλιπεν ἐπιστάτην Λεπτίνην τὸν ναύαρχον, αὐτὸς δὲ μετὰ τῆς πεζῆς στρατιᾶς ὥρμησεν ἐπὶ τὰς τοῖς Καρχηδονίοις συμμαχούσας πόλεις.
この後、彼は工事の監督者として提督レプティネスを後に残し、自身は歩兵軍を率いてカルタゴ人と同盟関係にある都市群へと向かった。
Σικανοὶ μὲν οὖν πάντες εὐλαβούμενοι τὸ μέγεθος τῆς δυνάμεως προσεχώρησαν τοῖς Συρακοσίοις, τῶν δὲ ἄλλων πόλεων πέντε μόνον διέμειναν ἐν τῇ πρὸς Καρχηδονίους φιλίᾳ·
そこでシカノイ人は全員、軍勢の大きさを恐れてシラクサ人に帰順したが、その他の都市のうち五つだけが、カルタゴ人との友好関係にとどまり続けた。
αὗται δὲ ἦσαν Ἁλικύαι, Σολοῦς, Αἴγεστα, Πάνορμος, Ἔντελλα.
これらはハリキュアイ、ソロウス、アイゲスタ、パノルモス、エンテッラであった。
§14.48.5τὴν μὲν οὖν τῶν Σολουντίνων καὶ Πανορμιτῶν, πρὸς δὲ τούτοις Ἁλικυαίων χώραν ὁ Διονύσιος λεηλατήσας ἐδενδροτόμησε, τὴν δὲ Αἴγεσταν καὶ Ἔντελλαν πολλῇ δυνάμει περιστρατοπεδεύσας συνεχεῖς ἐποιεῖτο προσβολάς, σπεύδων αὐτῶν μετὰ βίας κυριεῦσαι.
そこで、ソロウスとパノルモスの住民、さらにこれに加えてハリキュアイの住民の土地を、ディオニュシオスは略奪し、樹木を伐採した。 一方、アイゲスタとエンテッラに対しては、大軍をもって包囲陣を敷き、武力でこれらを制圧しようと急いで、絶え間なく攻撃を加えた。
καὶ τὰ μὲν περὶ Διονύσιον ἐν τούτοις ἦν.
そして、ディオニュシオスに関する状況はこのようなものであった。

語釈・文法注

  1. 14.48.1τοὺς Συρακοσίους ὅτι πρώτην τὴν Μοτύην πορθήσουσι — 先取り構文(prolepsis)。従属節 ὅτι... の実質的な主語である τοὺς Συρακοσίους が、主節の動詞 ἠγνόουν の直接目的語として対格で前置されている。
  2. 14.48.2τῷ δὲ πλήθει καὶ τῷ κάλλει τῶν οἰκιῶν εἰς ὑπερβολὴν πεφιλοτεχνημένη — 完了受動分詞 πεφιλοτεχνημένη は、前文の ἦν κειμένη と同様に不完全な主動詞を構成しており、コピュラ ἦν が共有されている。関係の与格 τῷ πλήθει および τῷ κάλλει がこれを修飾している。
  3. 14.48.5τὴν μὲν οὖν τῶν Σολουντίνων καὶ Πανορμιτῶν, πρὸς δὲ τούτοις Ἁλικυαίων χώραν — 倒置(hyperbaton)。修飾語である属格群(τῶν Σολουντίνων καὶ Πανορμιτῶν... Ἁλικυαίων)が、被修飾語である対格名詞 χώραν(ここでは λεηλατήσας および ἐδενδροτόμησε の目的語)の前に置かれ、離隔している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.48.1-14.48.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.48.1-14.48.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。