§14.46.1μετὰ δὲ τὴν ἐκκλησίαν, τοῦ Διονυσίου τὴν ἐξουσίαν δόντος, οἱ Συρακόσιοι τὰ Φοινικικὰ χρήματα διήρπασαν.
民会の後、ディオニュシオスが許可を与えると、シラクサ人たちはフェニキア人の財産を略奪した。
οὐκ ὀλίγοι γὰρ τῶν Καρχηδονίων ᾤκουν ἐν ταῖς Συρακούσαις ἁδρὰς ἔχοντες κτήσεις, πολλοὶ δὲ καὶ τῶν ἐμπόρων εἶχον ἐν τῷ λιμένι τὰς ναῦς γεμούσας φορτίων, ἃ πάντα διεφόρησαν οἱ Συρακόσιοι.
というのも、少なからぬカルタゴ人がシラクサに居住して豊かな資産を所有しており、また多くの商人も港に貨物を満載した船を停泊させていたからであり、シラクサ人たちはこれらすべてを奪い去ったのである。
§14.46.2παραπλησίως δὲ καὶ οἱ λοιποὶ Σικελιῶται τοὺς παρʼ αὐτοῖς οἰκοῦντας τῶν Φοινίκων ἐκβαλόντες τὰς κτήσεις διήρπασαν·
同様に、他のシケリア人たちも自分たちの居住地にいたフェニキア人たちを追放してその財産を略奪した。
καίπερ γὰρ τὴν Διονυσίου τυραννίδα μισοῦντες, ὅμως ἡδέως ἐκοινώνουν τοῦ πρὸς Καρχηδονίους πολέμου διὰ τὴν ὠμότητα τῶν ἀνδρῶν.
彼らはディオニュシオスの僭主政治を憎んではいたものの、カルタゴ人の残忍さゆえに、喜んで対カルタゴ戦争に加わったのである。
§14.46.3ὧν δὴ χάριν καὶ οἱ τὰς Ἑλληνίδας πόλεις οἰκοῦντες ὑπὸ Καρχηδονίους, ἐπειδὴ φανερῶς ὁ Διονύσιος ἐξέφερε τὸν πόλεμον, ἐναπεδείξαντο τὸ πρὸς τοὺς Φοίνικας μῖσος·
まさにこれらの理由により、カルタゴ人の支配下にあるギリシア人都市に住む人々も、ディオニュシオスが公然と戦争を開始すると、フェニキア人に対する憎悪を露わにした。
οὐ μόνον γὰρ αὐτῶν τὰς οὐσίας διήρπασαν, ἀλλὰ καὶ αὐτοὺς συλλαμβάνοντες πᾶσαν αἰκίαν καὶ ὕβριν εἰς τὰ σώματʼ αὐτῶν ἀπετίθεντο, μνημονεύοντες ὧν αὐτοὶ κατὰ τὴν αἰχμαλωσίαν ἔπαθον.
彼らは彼らの財産を略奪しただけでなく、彼らを捕らえて、かつて自分たちが捕囚の身であったときに被った苦痛を思い起こしつつ、その身体にあらゆる虐待と暴行を加えたのである。
§14.46.4ἐπὶ τοσοῦτον δὲ τῆς κατὰ τῶν Φοινίκων τιμωρίας προέβησαν καὶ τότε καὶ κατὰ τὸν ὕστερον χρόνον, ὥστε τοὺς Καρχηδονίους διδαχθῆναι μηκέτι παρανομεῖν εἰς τοὺς ὑποπεσόντας·
彼らは当時もその後も、フェニキア人に対する報復をあまりにもエスカレートさせたため、カルタゴ人たちは、屈服した人々に対してこれ以上無法な振る舞いをしないよう身をもって教え込まれることになった。
οὐ γὰρ ἠγνόουν, διʼ αὐτῶν τῶν ἔργων μαθόντες, ὅτι τοῖς διαπολεμοῦσι κοινῆς τῆς τύχης ὑπαρχούσης ἀμφοτέρους κατὰ τὰς ἥττας τοιαῦτα ἀνάγκη πάσχειν, οἷα ἂν αὐτοὶ πράξωσιν εἰς τοὺς ἀτυχήσαντας.
なぜなら彼らは、戦争を戦い抜く者たちにとって運命は共通であり、敗北に際しては、自らが不運な者たちに対して行ったのと同様の苦しみを受けることが、双方にとって避けられないことであると、出来事そのものを通じて十分に認識したからである。
§14.46.5ὁ δʼ οὖν Διονύσιος, ἐπειδὴ πάντʼ αὐτῷ τὰ πρὸς τὸν πόλεμον ἡτοίμαστο, διενοεῖτο πέμπειν ἀγγέλους εἰς Καρχηδόνα τοὺς ἐροῦντας, ὅτι Συρακόσιοι καταγγέλλουσι πόλεμον Καρχηδονίοις, ἐὰν μὴ τὰς ὑπʼ αὐτῶν καταδεδουλωμένας Ἑλληνίδας πόλεις ἐλευθερώσωσιν.
ともかく、ディオニュシオスは戦争のためのすべての準備が整うと、カルタゴ人に対し、彼らによって奴隷化されたギリシア人の都市を解放しなければ、シラクサ人はカルタゴ人に宣戦を布告するという旨を伝える使者をカルタゴへ送ることを計画した。
Διονύσιος μὲν οὖν περὶ ταῦτʼ ἐγίνετο.
かくしてディオニュシオスはこれらの仕事に従事していた。
§14.46.6Κτησίας δʼ ὁ συγγραφεὺς τὴν τῶν Περσικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, ἀρξάμενος ἀπὸ Νίνου καὶ Σεμιράμεως.
歴史家クテシアスは、ニノスとセミラミスから始めて、ペルシアの歴史をこの年で完結させた。
ἤκμασαν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν οἱ ἐπισημότατοι διθυραμβοποιοί, Φιλόξενος Κυθήριος, Τιμόθεος Μιλήσιος, Τελέστης Σελινούντιος, Πολύειδος, ὃς καὶ ζωγραφικῆς καὶ μουσικῆς εἶχεν ἐμπειρίαν.
また、この年に最も高名なディテュランボス詩人たちが全盛期を迎えた。 キュテラのピロクセノス、ミレトスのティモテオス、セリヌスのテレスティス、そして絵画と音楽の双方に秀でていたポリュエイドスである。