§14.46.1μετὰ δὲ τὴν ἐκκλησίαν, τοῦ Διονυσίου τὴν ἐξουσίαν δόντος, οἱ Συρακόσιοι τὰ Φοινικικὰ χρήματα διήρπασαν.
After the assembly, Dionysius having given authorization, the Syracusans plundered the property of the Phoenicians.
οὐκ ὀλίγοι γὰρ τῶν Καρχηδονίων ᾤκουν ἐν ταῖς Συρακούσαις ἁδρὰς ἔχοντες κτήσεις, πολλοὶ δὲ καὶ τῶν ἐμπόρων εἶχον ἐν τῷ λιμένι τὰς ναῦς γεμούσας φορτίων, ἃ πάντα διεφόρησαν οἱ Συρακόσιοι.
For not a few of the Carthaginians lived in Syracuse, possessing wealthy estates, and many of the merchants also had their ships in the harbor laden with cargoes, all of which the Syracusans carried off.
§14.46.2παραπλησίως δὲ καὶ οἱ λοιποὶ Σικελιῶται τοὺς παρʼ αὐτοῖς οἰκοῦντας τῶν Φοινίκων ἐκβαλόντες τὰς κτήσεις διήρπασαν· καίπερ γὰρ τὴν Διονυσίου τυραννίδα μισοῦντες, ὅμως ἡδέως ἐκοινώνουν τοῦ πρὸς Καρχηδονίους πολέμου διὰ τὴν ὠμότητα τῶν ἀνδρῶν.
Likewise, the rest of the Siceliots also, having expelled the Phoenicians who lived among them, plundered their property; for although they hated the tyranny of Dionysius, nevertheless they gladly took part in the war against the Carthaginians because of the cruelty of those men.
§14.46.3ὧν δὴ χάριν καὶ οἱ τὰς Ἑλληνίδας πόλεις οἰκοῦντες ὑπὸ Καρχηδονίους, ἐπειδὴ φανερῶς ὁ Διονύσιος ἐξέφερε τὸν πόλεμον, ἐναπεδείξαντο τὸ πρὸς τοὺς Φοίνικας μῖσος· οὐ μόνον γὰρ αὐτῶν τὰς οὐσίας διήρπασαν, ἀλλὰ καὶ αὐτοὺς συλλαμβάνοντες πᾶσαν αἰκίαν καὶ ὕβριν εἰς τὰ σώματʼ αὐτῶν ἀπετίθεντο, μνημονεύοντες ὧν αὐτοὶ κατὰ τὴν αἰχμαλωσίαν ἔπαθον.
For these very reasons, those who lived in the Greek cities under the Carthaginians, when Dionysius openly declared the war, also manifested their hatred toward the Phoenicians; for they not only plundered their possessions, but also, seizing them, inflicted every kind of torture and outrage upon their bodies, remembering what they themselves had suffered during their captivity.
§14.46.4ἐπὶ τοσοῦτον δὲ τῆς κατὰ τῶν Φοινίκων τιμωρίας προέβησαν καὶ τότε καὶ κατὰ τὸν ὕστερον χρόνον, ὥστε τοὺς Καρχηδονίους διδαχθῆναι μηκέτι παρανομεῖν εἰς τοὺς ὑποπεσόντας· οὐ γὰρ ἠγνόουν, διʼ αὐτῶν τῶν ἔργων μαθόντες, ὅτι τοῖς διαπολεμοῦσι κοινῆς τῆς τύχης ὑπαρχούσης ἀμφοτέρους κατὰ τὰς ἥττας τοιαῦτα ἀνάγκη πάσχειν, οἷα ἂν αὐτοὶ πράξωσιν εἰς τοὺς ἀτυχήσαντας.
Indeed, they went to such lengths in their punishment of the Phoenicians, both at that time and in the subsequent period, that the Carthaginians were taught no longer to act lawlessly toward those who fell into their power; for they were not ignorant, having learned through the deeds themselves, that since fortune is common to those who wage war, it is necessary for both sides to suffer such treatment in their defeats as they themselves might inflict upon the unfortunate.
§14.46.5ὁ δʼ οὖν Διονύσιος, ἐπειδὴ πάντʼ αὐτῷ τὰ πρὸς τὸν πόλεμον ἡτοίμαστο, διενοεῖτο πέμπειν ἀγγέλους εἰς Καρχηδόνα τοὺς ἐροῦντας, ὅτι Συρακόσιοι καταγγέλλουσι πόλεμον Καρχηδονίοις, ἐὰν μὴ τὰς ὑπʼ αὐτῶν καταδεδουλωμένας Ἑλληνίδας πόλεις ἐλευθερώσωσιν.
Dionysius, then, when all his preparations for the war had been made, resolved to send envoys to Carthage to say that the Syracusans would declare war on the Carthaginians unless they liberated the Greek cities that had been enslaved by them.
Διονύσιος μὲν οὖν περὶ ταῦτʼ ἐγίνετο.
Dionysius, therefore, was occupied with these matters.
§14.46.6Κτησίας δʼ ὁ συγγραφεὺς τὴν τῶν Περσικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, ἀρξάμενος ἀπὸ Νίνου καὶ Σεμιράμεως.
Ctesias the historian brought his history of the Persians to an end in this year, having begun with Ninus and Semiramis.
ἤκμασαν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν οἱ ἐπισημότατοι διθυραμβοποιοί, Φιλόξενος Κυθήριος, Τιμόθεος Μιλήσιος, Τελέστης Σελινούντιος, Πολύειδος, ὃς καὶ ζωγραφικῆς καὶ μουσικῆς εἶχεν ἐμπειρίαν.
And in this year there flourished the most famous dithyrambic poets: Philoxenus of Cythera, Timotheus of Miletus, Telestes of Selinus, and Polyeidus, who possessed skill both in painting and in music.