§14.43.1διόπερ τοσούτων ὅπλων καὶ νεῶν κατασκευαζομένων ἐν ἑνὶ τόπῳ, τὸ γινόμενον πολλὴν παρεῖχε τοῖς θεωμένοις κατάπληξιν·
それゆえに、これほど多くの武器や船がひとつの場所で建造されていたので、そこで生じている光景は見物人たちに大きな驚愕をもたらした。
ὅτε μὲν γάρ τις ἴδοι τὴν περὶ τὰς ναῦς σπουδήν, ἐνόμιζε περὶ ταύτας ἅπαντας πραγματεύεσθαι τοὺς Σικελιώτας· ὅτε δὲ πάλιν τοῖς τῶν ὁπλοποιῶν καὶ μηχανοποιῶν ἔργοις συμπαραγενηθείη, περὶ τούτους μόνους ἐνόμιζεν ἅπασαν εἶναι τὴν τῆς ὑπηρεσίας παρασκευήν.
というのも、ある人が船に関する熱心な働きを見る時には、すべてのシケリア人がこの仕事に従事しているのだと考え、他方でまた武具製造工や兵器製造工の仕事場に立ち寄る時には、これら(の製造)だけのために全役務の準備がなされているのだと考えたからである。
§14.43.2οὐ μὴν ἀλλὰ καὶ τῆς περὶ ταῦτα σπουδῆς ἀνυπερβλήτου γινομένης, κατεσκευάσθησαν ἀσπίδων μὲν τεσσαρεσκαίδεκα μυριάδες, ἐγχειριδίων δὲ καὶ περικεφαλαιῶν ὁ παραπλήσιος ἀριθμός·
そればかりか、これらについての熱意も比類のないものとなったので、盾が十四万個、短剣と兜がそれと同数が製造された。
ἡτοιμάσθησαν δὲ καὶ θώρακες, παντοῖοι μὲν ταῖς κατασκευαῖς, περιττῶς δὲ κατὰ τὴν τέχνην εἰργασμένοι, πλείους τῶν μυρίων τετρακισχιλίων.
また、構造において様々であり、技術において極めて精巧に作られた胸当て(甲冑)も、一万四千を超える数が準備された。
§14.43.3τούτους δὲ διενοεῖτο διαδιδόναι τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς ἐφʼ ἡγεμονίας τεταγμένοις, ἔτι δὲ τῶν μισθοφόρων τοῖς σωματοφυλακεῖν μέλλουσιν.
これら(の胸当て)を、彼は騎兵たち、歩兵のうちで指揮官の地位に就いている者たち、さらに傭兵のうちで近衛兵となる予定の者たちに分配することを意図していた。
κατεσκευάσθησαν δὲ καὶ καταπέλται παντοῖοι καὶ τῶν ἄλλων βελῶν πολύς τις ἀριθμός.
また、あらゆる種類のカタパルトと、他の飛び道具の多大な数量も製造された。
§14.43.4τῶν δὲ παρασκευασθεισῶν νεῶν μακρῶν αἱ μὲν ἡμίσεις αὐτῶν εἶχον πολιτικοὺς κυβερνήτας καὶ πρῳρεῖς, ἔτι δὲ τοὺς ταῖς κώπαις χρησομένους, ταῖς δʼ ἄλλαις ὁ Διονύσιος ξένους ἐμισθώσατο.
準備された軍船(長船)のうち、その半分には市民からなる操舵手と舳先番、さらには櫂を漕ぐ者たちが配され、残りの半分にはディオニュシオスが外国人たちを雇い入れた。
ἐπεὶ δὲ τὰ περὶ τὰς ναῦς καὶ τὴν ὁπλοποιίαν αὐτῷ συντέλειαν ἐλάμβανε, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν ἐγίνετο·
そして、船と武具製造に関する事業が完了を迎えると、彼は兵士の徴募に取りかかった。
τούτους γὰρ ἔκρινε συμφέρειν μὴ πρὸ πολλοῦ μισθοῦσθαι πρὸς τὸ μὴ πολλὰς γίνεσθαι δαπάνας.
というのも、余計な出費が生じないようにするために、兵士たちをかなり前から雇い入れるのは得策ではないと彼が判断したからである。
§14.43.5Ἀστυδάμας δʼ ὁ τραγῳδιογράφος τότε πρῶτον ἐδίδαξεν·
悲劇詩人アステュダマスはこの時初めて劇を上演した。
ἔζησε δὲ ἔτη ἑξήκοντα.
彼は六十歳まで生きた。
Ῥωμαῖοι δὲ πολιορκοῦντες τοὺς Βηίους, ἐξελθόντων τῶν ἐκ τῆς πόλεως οἱ μὲν κατεκόπησαν ὑπὸ τῶν Βηίων, οἱ δʼ ἐξέφυγον αἰσχρῶς.
また、ローマ人たちはウェイイの人々を包囲していたが、市内から敵が打って出てきた際、ローマ人の一部はウェイイ人によって切り伏せられ、他の者たちは見苦しく逃げ延びた。