§14.38.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν τὴν ἀρχὴν Ἀριστοκράτης παρέλαβεν, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν ἓξ χιλίαρχοι διεδέξαντο, Γάιος Σερουίλιος καὶ Λούκιος Οὐεργίνιος, Κόιντος Σουλπίκιος, Αὖλος Μουτίλιος, Μάνιος Σέργιος.
1年が経過し、アテナイではアリストクラテスが官職に就き、ローマでは6人の軍事執政官、すなわちガイウス・セルウィリウス、ルキウス・ウェルギニウス、クィントゥス・スルピキウス、アウルス・ムティリオス、マニウス・セルギウスが執政官権限を継承した。
§14.38.2τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι πυθόμενοι τὸν Θίβρωνα κακῶς διοικοῦντα τὰ κατὰ τὸν πόλεμον, Δερκυλίδαν στρατηγὸν εἰς τὴν Ἀσίαν ἐξέπεμψαν·
\n 彼らが政権を引き継ぐと、ラケダイモン人たちはティブロンが戦争を不適切に指揮していることを聞き及び、デルキュリダスを将軍としてアジアへ派遣した。
ὃς παραλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ τὰς ἐν τῇ Τρῳάδι πόλεις.
彼はその軍勢を引き継ぐと、トロアス地方の都市に対して遠征した。
§14.38.3Ἁμάξιτον μὲν οὖν καὶ Κολώνας καὶ Ἀρίσβαν εἷλεν ἐξ ἐφόδου·
\n そこで彼は、ハマクシトス、コロナイ、アリスバを急襲によって攻略した。
μετὰ δὲ ταῦτα Ἴλιον καὶ Κεβρηνίαν καὶ τὰς ἄλλας ἁπάσας τὰς κατὰ τὴν Τρῳάδα ἃς μὲν δόλῳ παρέλαβεν, ἃς δʼ ἐκ βίας ἐχειρώσατο.
その後、イリオンやケブレニア、その他トロアス地方のすべての都市を、あるものは計略によって手中に収め、あるものは武力によって征服した。
μετὰ δὲ ταῦτα πρὸς Φαρνάβαζον ὀκταμηνιαίους ἀνοχὰς ποιησάμενος, ἐστράτευσεν ἐπὶ Θρᾷκας τοὺς περὶ Βιθυνίαν τότε κατοικοῦντας·
この後、ファルナバゾスと8ヶ月間の休戦協定を結ぶと、当時ビテュニア周辺に居住していたトラキア人たちに対して遠征した。
πορθήσας δʼ αὐτῶν τὴν χώραν ἀπήγαγε τὴν δύναμιν εἰς παραχειμασίαν.
彼らの領土を略奪した後、軍勢を率いて冬営に入った。
§14.38.4ἐν Ἡρακλείᾳ δὲ τῇ περὶ Τραχῖνα στάσεως γενομένης, Ἡριππίδαν ἐξέπεμψαν Λακεδαιμόνιοι καταστήσοντα τὰ πράγματα.
\n トラキス近郊のヘラクレイアで内訌が発生したため、ラケダイモン人たちは事態を収拾するためにヘリッピダスを派遣した。
ὃς παραγενόμενος εἰς Ἡράκλειαν συνήγαγεν εἰς ἐκκλησίαν τὰ πλήθη, καὶ περιστήσας αὐτοῖς ὁπλίτας συνέλαβε τοὺς αἰτίους καὶ πάντας ἀνεῖλεν, ὄντας περὶ πεντακοσίους.
ヘラクレイアに到着した彼は、群衆を民会に召集し、彼らの周りに重装歩兵を配置して、首謀者たちを逮捕し、その全員(約五百人であった)を処刑した。
§14.38.5τῶν δὲ περὶ τὴν Οἴτην κατοικούντων ἀποστάντων ἐπολέμησεν αὐτοῖς, καὶ πολλοῖς περιβαλὼν κακοῖς ἠνάγκασεν ἐκλιπεῖν τὴν χώραν·
\n また、オイテ山周辺の住民たちが反乱を起こしたため、彼は彼らと戦い、多くの災いをもたらして、領土を立ち去るよう強制した。
ὧν οἱ πλεῖστοι μετὰ τῶν τέκνων καὶ γυναικῶν ἔφυγον εἰς Θεσσαλίαν, καὶ μετὰ πέντε ἔτη κατήχθησαν ὑπὸ Βοιωτῶν.
彼らの大部分は子供や妻たちとともにテッサリアへ逃亡し、5年後にボイオティア人たちによって帰還させられた。
§14.38.6τούτων δὲ πραττομένων Θρᾷκες πολλοῖς πλήθεσιν ἐνέβαλον εἰς τὴν Χερρόνησον, καὶ τὴν χώραν πᾶσαν πορθήσαντες τειχήρεις συνεῖχον τὰς ἐν αὐτῇ πόλεις.
\n これらのことが行われている間に、トラキア人たちが大軍を率いてヘルソネソスに侵入し、全土を略奪して、そこにある諸都市を城壁の中に閉じ込めた。
οἱ δὲ Χερρονησῖται πιεζόμενοι τῷ πολέμῳ μετεπέμψαντο Δερκυλίδαν τὸν Λακεδαιμόνιον ἐκ τῆς Ἀσίας.
ヘルソネソスの住民たちはこの戦争に苦しめられ、アジアからラケダイモン人のデルキュリダスを呼び寄せた。
§14.38.7οὗτος δὲ διαβὰς μετὰ τῆς δυνάμεως τοὺς μὲν Θρᾷκας ἐξήλασεν ἐκ τῆς χώρας, τὴν δὲ Χερρόνησον ἀπὸ θαλάττης ἀρξάμενος μέχρι θαλάττης διετείχισεν.
\n 彼は軍勢とともに海を渡り、トラキア人たちをその地域から追い払い、ヘルソネソスを海から海へと壁で仕切った。
τοῦτο δὲ πράξας τοὺς μὲν Θρᾷκας ἐκώλυσε τῆς εἰς τὸν μετὰ ταῦτα χρόνον καταδρομῆς, αὐτὸς δὲ μεγάλαις δωρεαῖς τιμηθεὶς διεβίβασε τὸ στρατόπεδον εἰς τὴν Ἀσίαν.
これを行うことによって、彼は将来にわたるトラキア人の襲撃を防ぎ、自身は多大な贈り物によって栄誉を授けられ、軍隊をアジアへと渡らせた。