§14.36.1Λακεδαιμόνιοι δὲ ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον Θίβρωνα καταστήσαντες ἡγεμόνα χιλίους μὲν τῶν πολιτῶν ἔδωκαν, παρὰ δὲ τῶν συμμάχων ἐκέλευσαν στρατολογεῖν ὅσους ἂν αὐτῷ φαίνηται συμφέρειν.
ラケダイモン人は、王に対する戦争の指揮官としてティブロンを任命し、市民のうちから千人を与え、同盟者たちからは、彼に役立つと思われるだけの人数を徴募するように命じた。
§14.36.2ὁ δὲ Θίβρων πορευθεὶς εἰς Κόρινθον, κἀκεῖ παρὰ τῶν συμμάχων μεταπεμψάμενος στρατιώτας, ἐξέπλευσεν εἰς Ἔφεσον ἔχων οὐ πλείους πεντακισχιλίων.
ティブロンはコリントスへ赴き、そこでも同盟者たちから兵士を招集したのち、五千人を超えない軍勢を率いてエフェソスへと出航した。
ἐκεῖ δὲ ἔκ τε τῶν ἰδίων πόλεων καὶ τῶν ἄλλων ὡς δισχιλίους καταγράψας, ἀνέζευξε τοὺς πάντας ἔχων πλείους ἑπτακισχιλίων.
そこで彼は、現地の諸都市や他の都市から約二千人を徴募し、全体で七千人を超える軍勢を率いて出発した。
διελθὼν δʼ ὡς ἑκατὸν εἴκοσι σταδίους πρὸς Μαγνησίαν ἧκεν, ἧς ἦρχε Τισσαφέρνης·
約百二十スタディオンを進んで、彼はティッサフェルネスが支配していたマグネシアに到着した。
ταύτην δʼ ἐξ ἐφόδου παραλαβών, καὶ ταχέως ἐπὶ Τράλλεις τῆς Ἰωνίας πορευθείς, ἐπεχείρησε πολιορκεῖν τὴν πόλιν·
この都市を急襲によって占領すると、すぐにイオニアのトラレイスへと進軍し、その都市を包囲しようと試みた。
οὐδὲν δὲ δυνάμενος πρᾶξαι διʼ ὀχυρότητα, πάλιν εἰς Μαγνησίαν ἀπεχώρησεν.
しかし、そこが堅固であったために何ら成果を上げることができず、再びマグネシアへと退却した。
§14.36.3ταύτης δʼ οὔσης ἀτειχίστου, καὶ διὰ τοῦτο φοβούμενος μήποτε χωρισθέντος αὐτοῦ κυριεύσῃ τῆς πόλεως ὁ Τισσαφέρνης, μετῴκισεν αὐτὴν πρὸς τὸ πλησίον ὄρος, ὃ καλοῦσι Θώρακα·
この都市には城壁がなかったため、自分が離れた隙にティッサフェルネスが都市を占領することを恐れて、彼は住民をソラクスと呼ばれる近くの山へと移住させた。
αὐτὸς δʼ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν τοὺς στρατιώτας ἐνέπλησε παντοίας ὠφελείας.
彼自身は敵の領土に侵入し、兵士たちにあらゆる略奪品を十分に得させた。
Τισσαφέρνους δὲ μετὰ πολλῆς ἵππου παραγενομένου διευλαβηθεὶς ἀνέστρεψεν εἰς Ἔφεσον.
しかし、ティッサフェルネスが多くの騎兵を率いて現れると、警戒してエフェソスへと引き返した。