§14.29.1ἐμμείναντες δὲ ταῖς κώμαις ἡμέρας ὀκτὼ παρεγενήθησαν πρὸς τὸν Φᾶσιν ποταμόν.
八日間のあいだ村々に留まった後、彼らはファシス川に到着した。
ἐκεῖ δὲ τέτταρας ἡμέρας διανύσαντες διεπορεύοντο τὴν Χάων καὶ Φασιανῶν χώραν.
そこで四日間を過ごすと、カオイ人とパシアノイ人の土地を進んでいった。
ἐπιθεμένων δʼ αὐτοῖς τῶν ἐγχωρίων, τούτους μὲν ἐν τῇ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον, αὐτοὶ δὲ καταλαμβάνοντες τὰς τῶν ἐγχωρίων κτήσεις γεμούσας ἀγαθῶν ἐνδιέτριψαν ἐν αὐταῖς ἡμέρας πεντεκαίδεκα.
現地の人々が彼らを襲撃したが、彼らは戦闘でこれらを破って多くを殺害し、自らは多くの物資に満ちた現地人の領地を占領して、その中に十五日間のあいだ滞在した。
§14.29.2ἀναζεύξαντες δʼ ἐκεῖθεν διῆλθον τὴν Χαλδαίων καλουμένων χώραν ἐν ἡμέραις ἑπτά, καὶ παρεγενήθησαν πρὸς τὸν Ἅρπαγον ὀνομαζόμενον ποταμόν, ὄντα τὸ πλάτος πλέθρων τεττάρων.
そこから軍を移動させて、カルデイア人と呼ばれる人々の土地を七日間で通過し、幅四プレトロンのハルパゴスと呼ばれる川に到着した。
ἐντεῦθεν δὲ διὰ τῆς Σκυτίνων πορευόμενοι διῆλθον ὁδὸν πεδινήν, ἐν ᾗ τρεῖς ἡμέρας αὑτοὺς ἀνέλαβον, εὐποροῦντες ἁπάντων τῶν ἀναγκαίων.
そこからスキュティノイ人の地を通って行軍し、平坦な道を進んだが、その途中で、あらゆる必需品を豊富に有しながら、三日間のあいだ休養をとった。
μετὰ δὲ ταῦτʼ ἀναζεύξαντες τεταρταῖοι παρεγενήθησαν πρὸς πόλιν μεγάλην Γυμνασίαν ὀνομαζομένην.
その後、軍を移動させて四日目に、ギュムナシアと呼ばれる大都市に到着した。
§14.29.3ἐκ δὲ ταύτης ὁ τῶν τόπων τούτων ἀφηγούμενος ἐσπείσατο πρὸς αὐτοὺς καὶ τοὺς ὁδηγήσοντας ἐπὶ θάλατταν συνέστησεν.
この都市から、これらの地域を支配する者が彼らと協定を結び、海まで案内する者たちを同行させた。
ἐν ἡμέραις δὲ πεντεκαίδεκα παραγενόμενοι ἐπὶ τὸ Χήνιον ὄρος, ὡς εἶδον πορευόμενοι οἱ πρῶτοι τὴν θάλατταν, περιχαρεῖς ἦσαν καὶ τοιαύτην ἐποίουν κραυγήν, ὥστε τοὺς ἐπὶ τῆς οὐραγίας ὄντας ὑπολαμβάνοντας πολεμίων ἔφοδον εἶναι χωρεῖν εἰς ὅπλα.
十五日間のうちにケニオン山に到着したが、先頭を進む者たちが(進むうちに)海を目にすると、大喜びして、しんがりを進む者たちが敵の襲撃であると誤解して武器を取るほどの大声を上げた。
§14.29.4ὡς δʼ ἅπαντες ἀνέβησαν ἐπὶ τὸν τόπον, ἐξ οὗ τὴν θάλατταν ἦν ὁρᾶν, τοῖς θεοῖς ἀνατείναντες τὰς χεῖρας ηὐχαρίστουν ὡς ἤδη διασεσωσμένοι·
全員が海を見渡せる場所に登ると、神々に手を差し伸べて、すでに救われたものとして感謝を捧げた。
συνενέγκαντες δʼ εἰς ἕνα τόπον λίθους παμπληθεῖς, καὶ ποιήσαντες ἐξ αὐτῶν ἀναστήματα μεγάλα, σκῦλα τῶν βαρβάρων ἀνέθεσαν, βουλόμενοι τῆς στρατείας ἀθάνατον ὑπόμνημα καταλιπεῖν.
一箇所に非常に多くの石を集めて、それらから大きな塚を築き、遠征の不滅の記念碑を残すことを望んで、異民族から奪った戦利品を捧げた。
καὶ τῷ μὲν ὁδηγήσαντι φιάλην ἀργυρᾶν καὶ στολὴν Περσικὴν ἐδωρήσαντο· ὃς δείξας αὐτοῖς τὴν ἐπὶ Μάκρωνας ὁδὸν ἀπηλλάγη.
そして、案内してくれた者には銀の杯とペルシアの衣服を贈り、彼はマクロネス人の地への道を教えると立ち去った。
§14.29.5οἱ δʼ Ἕλληνες εἰσβαλόντες εἰς τὴν τῶν Μακρώνων χώραν ἐσπείσαντο, καὶ πρὸς πίστιν παρὰ μὲν ἐκείνων λόγχην ἔλαβον βαρβαρικήν, αὐτοὶ δʼ Ἑλληνικὴν ἔδωκαν·
ギリシア人たちはマクロネス人の土地に侵入して協定を結び、信義の証として、彼らからは異民族の槍を受け取り、自らはギリシアの槍を与えた。
ταῦτα γὰρ ἔφασαν αὑτοῖς οἱ βάρβαροι διὰ προγόνων παραδεδόσθαι πρὸς πίστιν βεβαιότατα.
というのも、異民族たちは、これが最も確固たる信義の証として祖先代々から伝えられていると語ったからである。
ὡς δὲ τοὺς τούτων ὅρους διῆλθον, παρεγενήθησαν εἰς τὴν τῶν Κόλχων χώραν.
彼らの国境を通過すると、コルキス人の土地に到着した。
§14.29.6εἰς ἣν ἀθροισθέντων τῶν ἐγχωρίων ἐπʼ αὐτούς, τούτους μὲν κρατήσαντες μάχῃ πολλοὺς ἀνεῖλαν, αὐτοὶ δὲ λόφον ὀχυρὸν καταλαβόμενοι τὴν χώραν ἐπόρθουν, καὶ τὰς ὠφελείας εἰς τοῦτον ἀθροίσαντες ἀφθόνως ἑαυτοὺς ἀνελάμβανον.
そこへ現地の人々が彼らに対して集結したが、これを戦闘で圧倒して多くを殺害し、自らは堅固な丘を占領してその土地を略奪し、略奪品をこの丘に集めて、豊かに休養をとった。