Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.117.1-14.117.9

カミルスの勝利と周辺諸民族の撃退

411 / 723 箇所 · ギリシア語

要旨

独裁官に任命されたカミルスが、ウォルスキ人、アイクリアニ人、テュレニア人、およびガラティア人を相次いで破ってローマの危難を救う。著者はさらに歴史家カリスティネスの記述範囲に言及し、第14巻を完結させる。

§14.117.1ταπεινῶν δʼ ὄντων τῶν Ῥωμαίων διὰ τὴν προειρημένην συμφοράν, οἱ Οὐόλσκοι πρὸς αὐτοὺς πόλεμον ἐξήνεγκαν.
ローマ人たちが前述の災難によって弱体化している中、ウォルスキ人たちが彼らに対して戦争を仕掛けた。
οἱ μὲν οὖν χιλίαρχοι τῶν Ῥωμαίων καταγράψαντες στρατιώτας, καὶ προαγαγόντες τὴν δύναμιν εἰς ὕπαιθρον, ἐν τῷ καλουμένῳ Μαρκίῳ κατεστρατοπέδευσαν, ἀπέχοντες ἀπὸ Ῥώμης σταδίους διακοσίους.
そこで、ローマの千人隊長たちは兵士たちを徴募し、軍隊を野外に進出させ、ローマから二百スタディオン離れた、マルキウムと呼ばれる場所に陣営を設けた。
§14.117.2τῶν δὲ Οὐόλσκων μετὰ μείζονος στρατιᾶς ἀντικαθημένων καὶ τῇ παρεμβολῇ προσβαλλόντων, οἱ κατὰ τὴν Ῥώμην φοβηθέντες ὑπὲρ τῶν ἐν τῷ στρατοπέδῳ, κατέστησαν αὐτοκράτορα μὲν Μάρκον Φούριον
しかし、ウォルスキ人たちがより大きな軍勢をもって対峙し、その陣営を攻撃したため、ローマにいた人々は陣営の中にいる者たちの身を案じて恐れ、マルクス・フリウスを独裁官に任命した。
§14.117.3οὗτοι δὲ πάντας τοὺς ἐν ἡλικίᾳ καθοπλίσαντες νυκτὸς ἐξῆλθον, καὶ καταλαβόντες ἅμʼ ἡμέρᾳ τοὺς Οὐόλσκους τῇ παρεμβολῇ προσμαχομένους, ἐπιφανέντες κατὰ νώτου ῥᾳδίως ἐτρέψαντο.
彼らは軍齢に達している者全員を武装させて夜間に出発し、夜明けとともに、陣営を攻撃しているウォルスキ人たちを不意に襲い、背後から現れて容易に敗走させた。
ἐξελθόντων δὲ καὶ τῶν ἐκ τῆς παρεμβολῆς, εἰς μέσον ἀποληφθέντες οἱ Οὐόλσκοι σχεδὸν ἅπαντες κατεκόπησαν.
さらに陣営の中にいた者たちも打って出たため、挟み撃ちにされたウォルスキ人たちはほぼ全員が討ち取られた。
διόπερ τὸν ἔμπροσθεν χρόνον ἰσχυροὶ δοκοῦντες εἶναι, διὰ τὴν συμφορὰν ταύτην ἀσθενέστατοι τῶν περιοικούντων ἐθνῶν ἐγενήθησαν.
それゆえ、以前は強力であると思われていた彼らは、この大敗によって、周辺に住む諸民族の中で最も弱い存在となった。
§14.117.4μετὰ δὲ τὴν μάχην ἀκούσας ὁ αὐτοκράτωρ πορθεῖσθαι Βώλας ὑπὸ Αἰκουλανῶν, τῶν νῦν Αἰκίκλων καλουμένων, ἀγαγὼν τὴν δύναμιν τοὺς πλείστους τῶν πολιορκούντων ἀνεῖλεν.
戦いの後、独裁官は、現在アイクィクリ人と呼ばれているアイクリアニ人によってボラエが略奪されていると聞き、軍を率いて包囲していた者たちの大部分を殺害した。
ἐκεῖθεν δʼ ἀνέζευξεν εἰς Σουτριανήν, οὖσαν ἀποικίαν, ἣν οἱ Τυρρηνοὶ βίᾳ κατειλήφεισαν.
そこから彼は、テュレニア人たちが力ずくで占領していた植民市であるストリウムへと軍を進めた。
προσπεσὼν οὖν ἄφνω τοῖς Τυρρηνοῖς πολλοὺς μὲν αὐτῶν ἀνεῖλε, τὴν δὲ πόλιν ἀνέσωσε τοῖς Σουτριαίοις.
そして、テュレニア人たちに突然襲いかかって彼らの多くを殺害し、ストリウムの人々のために市を回復した。
§14.117.5τῶν δʼ ἀπεληλυθότων Γαλατῶν ἀπὸ Ῥώμης Οὐεάσκιον τὴν πόλιν σύμμαχον οὖσαν Ῥωμαίων πορθούντων, ἐπιθέμενος αὐτοῖς ὁ αὐτοκράτωρ καὶ τοὺς πλείστους ἀποκτείνας τῆς ἀποσκευῆς πάσης ἐκυρίευσεν, ἐν ᾗ καὶ τὸ χρυσίον ἦν ὃ εἰλήφεισαν εἰς Ῥώμην καὶ σχεδὸν ἅπαντα τὰ διηρπασμένα κατὰ τὴν τῆς πόλεως ἅλωσιν.
また、ローマから撤退したガラティア人たちが、ローマの同盟市であるウェアスキウムを略奪していたが、独裁官は彼らを攻撃して大部分を殺害し、すべての輜重を手中に収めた。 その中には、彼らがローマで受け取った金や、市の陥落の際に略奪されたほぼすべてのものが含まれていた。
§14.117.6τοσαῦτα δὲ διαπραξάμενος διὰ τὸν φθόνον τῶν δημάρχων ἐκωλύθη θρίαμβον καταγαγεῖν.
これほど多くの偉業を成し遂げたものの、護民官たちの嫉妬のゆえに、彼は凱旋式を挙行することを妨げられた。
ἔνιοι δέ φασιν αὐτὸν ἀπὸ Τούσκων θρίαμβον ἀγαγεῖν ἐπὶ λευκοῦ τεθρίππου, καὶ διὰ τοῦτο δυσὶν ὕστερον ἔτεσιν ὑπὸ τοῦ δήμου πολλοῖς χρήμασι καταδικασθῆναι·
しかし、ある人々は、彼がエトルリア人に対して白い四頭立て馬車に乗って凱旋式を挙行し、そのために二年後、民衆によって多額の罰金を科されたのだと言っている。
περὶ οὗ κατὰ τοὺς οἰκείους χρόνους ἐπιμνησθησόμεθα.
これについては、しかるべき時期に言及することにする。
§14.117.7οἱ δʼ εἰς τὴν Ἰαπυγίαν τῶν Κελτῶν ἐληλυθότες ἀνέστρεψαν διὰ τῆς τῶν Ῥωμαίων χώρας·
他方、ヤピュギアへと赴いていたケルト人たちは、ローマの領土を通って帰還した。
καὶ μετʼ ὀλίγον ὑπὸ Κερίων ἐπιβουλευθέντες νυκτὸς ἅπαντες κατεκόπησαν ἐν τῷ Τραυσίῳ πεδίῳ.
そして間もなく、ケリイ人によって夜間に不意打ちされ、トラウシウム平原において全員が討ち取られた。
§14.117.8Καλλισθένης δʼ ὁ ἱστοριογράφος ἀπὸ τῆς κατὰ τοῦτον τὸν ἐνιαυτὸν γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς Ἀρταξέρξην τὸν τῶν Περσῶν βασιλέα τὴν ἱστορίαν ἦρκται γράφειν·
歴史家カリスティネスは、この年に成立したギリシア人たちとペルシア王アルタクセルクセスとの間の和平から歴史を書き始めている。
διελθὼν δὲ τριακονταετῆ χρόνον ἔγραψε μὲν βύβλους δέκα, τὴν δὲ τελευταίαν κατέπαυσε τῆς συντάξεως εἰς τὴν ὑπὸ τοῦ Φιλομήλου τοῦ Φωκέως κατάληψιν τοῦ ἐν Δελφοῖς ἱεροῦ.
彼は三十年の期間を扱い、全十巻を著したが、その著作の最後の巻を、フォキス人フィロメロスによるデルポイの神殿の占拠をもって終えている。
§14.117.9ἡμεῖς δʼ ἐπεὶ πάρεσμεν ἐπὶ τὴν γενομένην τοῖς Ἕλλησιν εἰρήνην πρὸς Ἀρταξέρξην καὶ τὸν τῆς Ῥώμης ὑπὸ Γαλατῶν κίνδυνον, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τοῦτο τέλος ποιησόμεθα τῆσδε τῆς βύβλου.
私は、ギリシア人たちに訪れたアルタクセルクセスとの和平、およびガラティア人によるローマの危機に到達したので、当初の計画に従い、これを本巻の終わりとする。

語釈・文法注

  1. 14.117.2Μάρκον Φούριον — テキストのこの位置で「カミルス」(Κάμιλλον)という家族名が脱落しているが、文脈上マルクス・フリウス・カミルスを指すことは明らかである。続く節の冒頭にある「彼らは」(οὗτοι δὲ)という複数主語は、任命された独裁官カミルスと、彼が率いる軍勢を緩やかに指している。
  2. 14.117.5τῶν δʼ ἀπεληλυθότων Γαλατῶν ... πορθούντων — 属格絶対(Genitive Absolute)構文。主節の主語である「独裁官」(ὁ αὐτοκράτωρ)とは異なる、従属節の主語「ガラティア人たち」を提示し、主節の行動の背景となる状況を説明している。
  3. 14.117.8τὴν δὲ τελευταίαν κατέπαυσε τῆς συντάξεως — τὴν τελευταίαν(最後のもの)は女性単数対格で、文脈上「巻」(βύβλον)を修飾している。τῆς συντάξεως(著作の、編纂の)は、動詞 κατέπαυσε(終わらせた)に伴う分離の属格である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.117.1-14.117.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.117.1-14.117.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。