§14.107.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Πυργίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν μετέλαβον χιλίαρχοι τέσσαρες, Λεύκιος Λουκρήτιος, Σερούιος Σουλπίκιος, Γάιος Αἰμίλιος, Ὀλυμπιὰς δʼ ἤχθη ὀγδόη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα Σώσιππος Ἀθηναῖος.
この年が過ぎると、アテナイではピュルギオンがアルコンであり、ローマでは四人のトリブス・ミリトゥム、すなわちルキウス・ルクレティウス、セルウィウス・スルピキウス、ガイウス・アエミリウスが執政官の権限を引き継ぎ、第九十八回オリンピア競技会が開催され、そこではアテナイのソシッポスが優勝した。
§14.107.2τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Διονύσιος ὁ τῶν Συρακοσίων δυνάστης πορευθεὶς εἰς Ἱππώνιον μετὰ τῆς δυνάμεως, τοὺς μὲν κατοικοῦντας ἐν αὐτῇ μετῴκισεν εἰς τὰς Συρακούσας, τὴν δὲ πόλιν κατασκάψας τοῖς Λοκροῖς προσεμέρισε τὴν χώραν.
彼らが政権を引き継いだとき、シュラクサイの支配者ディオニュシオスは軍勢を率いてヒッポニオンへと進軍し、そこに居住していた人々をシュラクサイへと移住させ、都市を破壊して平らげた上で、その領土をロクロイの人々に分け与えた。
§14.107.3κατὰ τὸ συνεχὲς γὰρ ἐφιλοτιμεῖτο τοὺς Λοκροὺς εὖ ποιεῖν διὰ τὴν συγχωρηθεῖσαν ἐπιγαμίαν· τοὺς δὲ Ῥηγίνους ἐπεθύμει τιμωρήσασθαι διὰ τὴν περὶ τῆς οἰκειότητος ἀδικίαν.
というのも、彼は通婚を認められたことへの返礼として、ロクロイの人々に絶えず恩恵を施すことに熱心であった一方、婚姻関係をめぐる不当な扱いを理由に、レギオンの人々には復讐したいと切望していたからである。
καθʼ ὃν γὰρ καιρὸν ἀπέστειλε πρὸς αὐτοὺς πρέσβεις ἀξιῶν αὑτῷ συγχωρηθῆναι τῶν πολιτικῶν παρθένων γαμῆσαι, φασὶ τοὺς Ῥηγίνους ἀποκριθῆναι δημοσίᾳ τοῖς πρέσβεσιν, ὡς μόνην αὐτῷ συγχωρῆσαι γαμεῖν τὴν τοῦ δημίου θυγατέρα.
実際、彼が市民の娘の一人と結婚することを自分に認めるよう要求するために、彼らのもとへ使節を派遣したとき、レギオンの人々は公的に使節たちに対し、彼に結婚を認めるのは公設処刑人の娘だけであると答えたと言われている。
§14.107.4διὰ τοῦτο βαρέως φέρων καὶ δοκῶν ὑπερβαλλόντως ὑβρίσθαι, πολὺς ἦν ἐπὶ τῇ κατʼ αὐτῶν τιμωρίᾳ.
このために彼はこの仕打ちを重く受け止め、自分がこの上なく侮辱されたと考えて、彼らに対する復讐に全力を注いでいた。
καὶ γὰρ ἐν τῷ πρότερον ἐνιαυτῷ τὴν εἰρήνην συνέθετο πρὸς αὐτοὺς οὐ τῆς φιλίας ὀρεγόμενος, ἀλλὰ τὴν ναυτικὴν δύναμιν παρελέσθαι βουλόμενος, οὖσαν τριήρων ἑβδομήκοντα·
実際、前年に彼らと和平を結んだのも、友好を望んだからではなく、彼らの海軍力、すなわち七十隻の三段櫂船を奪い取りたかったからであった。
διελάμβανε γὰρ τῆς κατὰ θάλατταν βοηθείας ἀποκλεισθείσης ῥᾳδίως ἐκπολιορκήσειν τὴν πόλιν.
海上からの援助が遮断されれば、その都市を容易に攻め落とすことができると確信していたからである。
§14.107.5διόπερ κατὰ τὴν Ἰταλίαν ἐνδιατρίβων ἐζήτει πρόφασιν εὔλογον, διʼ ἧς οὐ παρὰ τὴν ἀξίαν τὴν ἰδίαν δόξει λελυκέναι τὰς συνθήκας.
それゆえ彼は、イタリアに留まりつつ、それによって自分が自らの名誉に反して条約を破ったとは思われないような、もっともらしい口実を探していた。