Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.98.1-13.98.5

カッリクラティダスの覚悟と海戦の開始

277 / 723 箇所 · ギリシア語

要旨

スパルタの海軍総司令官カッリクラティダスは死の予言を受け入れ、万一に備えてクレイアルコスを後継に指名した上で出撃する。アテナイ軍とスパルタ軍はアルギヌーサイ諸島周辺で兵力を展開し、ギリシア人同士の歴史上最大の海戦が開始される。

§13.98.1Καλλικρατίδας δʼ ὁ ναύαρχος συναγαγὼν τὰ πλήθη καὶ παραθαρσύνας τοῖς οἰκείοις λόγοις, τὸ τελευταῖον εἶπεν·
海軍総司令官カッリクラティダスは、兵士たちを集めて自身の言葉で奮起させ、最後にこう言った。
εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον οὕτως εἰμὶ πρόθυμος αὐτός, ὥστε τοῦ μάντεως λέγοντος διὰ τῶν ἱερείων ὑμῖν μὲν προσημαίνεσθαι νίκην, ἐμοὶ δὲ θάνατον, ὅμως ἕτοιμός εἰμι τελευτᾶν.
「祖国のための危険に対して、私自身がこれほど熱心であるのは、予言者が犠牲獣を通して、あなた方には勝利が、私には死が告げられていると言っているにもかかわらず、それでも私は死ぬ覚悟ができているほどです。
εἰδὼς οὖν μετὰ τὸν τῶν ἡγεμόνων θάνατον ἐν θορύβῳ τὰ στρατόπεδα γινόμενα, νῦν ἀναδεικνύω ναύαρχον, ἂν ἐγώ τι πάθω, τὸν διαδεξόμενον Κλέαρχον, ἄνδρα πεῖραν δεδωκότα τῶν κατὰ τὸν πόλεμον ἔργων.
したがって、指導者たちの死の後には軍隊が混乱に陥ることを知っているので、もし私に何かあれば、後継者となるクレイアルコスを、今ここで海軍総司令官に指名します。 彼は戦争における活動について経験を積んだ男です。
§13.98.2ὁ μὲν οὖν Καλλικρατίδας ταῦτʼ εἰπὼν οὐκ ὀλίγους ἐποίησε ζηλῶσαι τὴν ἀρετὴν αὐτοῦ καὶ προθυμοτέρους γενέσθαι πρὸς τὴν μάχην.
」カッリクラティダスはこのように語って、少なからぬ人々に彼の勇気を敬慕させ、戦闘に対してより熱意を抱かせるようにした。
καὶ Λακεδαιμόνιοι μὲν παρακαλοῦντες ἀλλήλους ἀνέβαινον εἰς τὰς ναῦς· οἱ δʼ Ἀθηναῖοι, παρακληθέντες ὑπὸ τῶν στρατηγῶν εἰς τὸν ἀγῶνα, κατὰ σπουδὴν ἐπλήρουν τὰς τριήρεις καὶ πάντες εἰς τάξιν καθίσταντο.
そしてスパルタ人たちはお互いに励まし合いながら船に乗り込み、アテナイ人たちは将軍たちによって戦いへと励まされ、急いで三段櫂船に人員を配し、全員が陣形についた。
§13.98.3τοῦ μὲν οὖν δεξιοῦ κέρατος Θράσυλλος ἡγεῖτο καὶ Περικλῆς ὁ Περικλέους τοῦ προσαγορευθέντος κατὰ τὴν δύναμιν Ὀλυμπίου·
さて、右翼はトラシュロスと、その権勢から『オリンポス神』と呼ばれたペリクレスの息子ペリクレスが指揮した。
συμπαρέλαβε δὲ καὶ Θηραμένην εἰς τὸ δεξιὸν κέρας, ἐφʼ ἡγεμονίας τάξας·
さらに、彼はテラメネスをも右翼に引き入れ、指揮の任に置いた。
ὃς ἰδιώτης ὢν μὲν συνεστράτευε τότε, πρότερον δὲ πολλάκις ἦν ἀφηγημένος δυνάμεων·
テラメネスは当時は一市民として従軍していたが、以前には何度も軍隊を率いたことがあった。
τοὺς δʼ ἄλλους στρατηγοὺς παρʼ ὅλην τὴν φάλαγγα διέταξε, καὶ τὰς καλουμένας Ἀργινούσας νήσους συμπεριέλαβε τῇ τάξει, σπεύδων ὅτι πλεῖστον παρεκτεῖναι τὰς ναῦς.
そして、彼は他の将軍たちを戦列全体に配置し、船をできるだけ広く引き伸ばようと努めて、いわゆるアルギヌーサイ諸島を陣形に含めた。
§13.98.4ὁ δὲ Καλλικρατίδας ἀνήχθη τὸ μὲν δεξιὸν μέρος αὐτὸς ἔχων, τὸ δʼ εὐώνυμον παρέδωκε Βοιωτοῖς, ὧν Θρασώνδας ὁ Θηβαῖος τὴν ἡγεμονίαν ἔσχεν.
一方、カッリクラティダスは自身で右翼を率いて出航し、左翼はテーバイ人トラソンダスが指揮するボイオティア人たちに委ねた。
οὐ δυνάμενος δὲ τὴν τάξιν ἐξισῶσαι τοῖς πολεμίοις διὰ τὸ τὰς νήσους πολὺν ἐπέχειν τόπον, διείλατο τὴν δύναμιν, καὶ δύο ποιήσας στόλους πρὸς ἑκάτερον μέρος δίχα διηγωνίζετο.
しかし、諸島が広い場所を占めていたために、敵の陣形と長さを等しくすることができなかったので、彼は軍勢を分割し、二つの艦隊を編成して、それぞれの側に対して二手に分かれて戦った。
§13.98.5διὸ καὶ παρείχετο μεγάλην κατάπληξιν πολλαχῇ τοῖς θεωμένοις, ὡς ἂν τεττάρων μὲν στόλων ναυμαχούντων, τῶν δὲ νεῶν συνηθροισμένων εἰς ἕνα τόπον οὐ πολλαῖς ἐλάττω τῶν τριακοσίων·
それゆえ、見物している人々に対して、多くの点で大きな驚愕を与えた。 あたかも四つの艦隊が海戦を行っており、船が三百隻に少しも満たない数で一箇所に集まっているかのようであったからである。
μεγίστη γὰρ αὕτη μνημονεύεται ναυμαχία γεγενημένη Ἕλλησι πρὸς Ἕλληνας.
というのも、これはギリシア人同士の間で行われた最大の海戦として記憶されているからである。

語釈・文法注

  1. 13.98.1ἂν ἐγώ τι πάθω — 「万一私に何かあれば」という、死を意味するギリシア語の典型的な婉曲表現。条件接続詞 ἄν(ἐάν)に不定代名詞 τι が続いている。
  2. 13.98.3συμπαρέλαβε — 3人称単数の動詞で、主語は明示されていない。直前の文の主語(Thrasyllus ほか)とも解釈できるが、文脈上、前章(97.6)でその日の総指揮権を有していた Thrasybulus(トラシュブロス)を主語とするのが自然である。全体の陣形配置を差配する主体として一貫している。
  3. 13.98.5ὡς ἂν τεττάρων μὲν στόλων ναυμαχούντων — 接続詞 ὡς ἄν に属格絶対(ναυμαχούντων...)が伴う構文で、「あたかも四つの艦隊が海戦を行っているかのように」という仮定的な比喩・描写を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.98.1-13.98.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.98.1-13.98.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。