§13.93.1ἐκ δὲ τῆς Γέλας ἐνεχθέντων γραμμάτων, ὅπως ἀποσταλῶσι στρατιῶται πλείους, ἔλαβεν ὁ Διονύσιος οἰκείαν ἔφοδον τῆς ἰδίας προαιρέσεως.
ゲラから、より多くの兵士を派遣するようにという書簡が届くと、ディオニュシオスは彼自身の企てのために好都合な手がかりを得た。
ἀποσταλεὶς γὰρ μετὰ στρατιωτῶν πεζῶν μὲν δισχιλίων, ἱππέων δὲ τετρακοσίων, ἦλθε συντόμως εἰς τὴν πόλιν τῶν Γελῴων, ἣν τότε παρεφύλαττε Δέξιππος ὁ Λακεδαιμόνιος, κατασταθεὶς ὑπὸ Συρακοσίων.
というのも、彼は歩兵二千、騎兵四百を率いて派遣され、速やかにゲラ人の市へとやって来たからである。 そこは当時、シラクサ人によって配置されたスパルタ人のデクシッポスが守備していた。
§13.93.2ὁ δʼ οὖν Διονύσιος καταλαβὼν τοὺς εὐπορωτάτους στασιάζοντας πρὸς τὸν δῆμον, καὶ κατηγορήσας αὐτῶν ἐν ἐκκλησίᾳ καὶ κατακρίνας, αὐτοὺς μὲν ἀπέκτεινε, τὰς δʼ οὐσίας αὐτῶν ἐδήμευσεν, ἐκ δὲ τῶν χρημάτων τούτων τοῖς μὲν φρουροῦσι τὴν πόλιν, ὧν ἡγεῖτο Δέξιππος, ἀπέδωκε τοὺς ὀφειλομένους μισθούς· τοῖς δὲ μετʼ αὐτοῦ παραγεγονόσιν ἐκ Συρακουσῶν ἐπηγγείλατο διπλοῦς ποιήσειν τοὺς μισθούς, ὧν ἡ πόλις ἔταξε.
さて、ディオニュシオスは最も富裕な者たちが民衆に対して党争を行っているのを見いだし、民会で彼らを告発して有罪と判決し、彼らを処刑してその財産を没収した。 そしてこれらの資金から、デクシッポスが率いる市を守備していた者たちに対して、支払われるべきであった給与を支払い、シラクサから彼と共にやって来た者たちに対しては、市が定めていた給与を二倍にすることを約束した。
§13.93.3διὰ δὲ τούτου τοῦ τρόπου τούς τʼ ἐν Γέλᾳ στρατιώτας καὶ τοὺς μετʼ αὐτοῦ ταῖς εὐνοίαις ἰδίους κατεσκεύασεν.
このようにして彼は、ゲラにいた兵士たちと自分と共にいた兵士たちの双方を、好意によって自らの味方とした。
ἐπῃνεῖτο δὲ καὶ ὑπὸ τοῦ δήμου τῶν Γελῴων ὡς αἴτιος αὐτοῖς γεγενημένος τῆς ἐλευθερίας·
また、ゲラ人の民衆からも、自分たちに自由をもたらした恩人であるとして称賛された。
τοῖς γὰρ δυνατωτάτοις φθονοῦντες τὴν ἐκείνων ὑπεροχὴν δεσποτείαν αὐτῶν ἀπεκάλουν.
というのも、民衆は最も有力な者たちの優位を嫉妬し、彼らの支配を専制支配と呼んでいたからである。
§13.93.4διόπερ ἐξέπεμψαν πρέσβεις τοὺς ἐπαινοῦντας ἐν Συρακούσαις καὶ τὰ ψηφίσματα φέροντας, ἐν οἷς αὐτὸν μεγάλαις δωρεαῖς ἐτίμησαν.
それゆえ彼らは、シラクサにおいて彼を称賛し、また彼を多大な贈り物で顕彰することを定めた決議を届けるために、使節を派遣した。
ὁ δὲ Διονύσιος ἐπεβάλετο μὲν τὸν Δέξιππον πείθειν κοινωνῆσαι τῆς ἐπιβολῆς·
一方、ディオニュシオスは、デクシッポスを説得してその企てに加担させようと試みた。
ἐπεὶ δʼ οὐ συγκατετίθετο, μετὰ τῶν ἰδίων στρατιωτῶν ἕτοιμος ἦν ἀνακάμπτειν εἰς Συρακούσας.
しかし彼が同意しなかったため、自らの兵士たちと共にシラクサへと帰還する準備を整えた。
§13.93.5οἱ δὲ Γελῷοι πυνθανόμενοι τοὺς Καρχηδονίους μέλλειν μετὰ πάσης τῆς δυνάμεως ἐπὶ πρώτην στρατεύειν τὴν Γέλαν, ἐδέοντο τοῦ Διονυσίου μεῖναι καὶ μὴ περιιδεῖν αὐτοὺς τὰ αὐτὰ τοῖς Ἀκραγαντίνοις παθόντας.
ゲラ人たちは、カルタゴ人が全軍を率いてまず最初にゲラに侵攻しようとしていることを聞き知り、ディオニュシオスに対して、留まること、そして自分たちがアクラガス人と同じ目に遭うのを見過ごさないことを懇願した。
οἷς ἐπαγγειλάμενος ὁ Διονύσιος συντόμως ἥξειν μετὰ πλείονος δυνάμεως, ἐξώρμησεν ἐκ τῆς Γέλας μετὰ τῶν ἰδίων στρατιωτῶν.
彼らに対して、より多くの軍勢を率いて速やかに戻ることを約束すると、ディオニュシオスは自らの兵士たちと共にゲラから出発した。