Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.91.1-13.91.5

アクラガス陥落の波紋とディオニュシオスの将軍告発

270 / 723 箇所 · ギリシア語

要旨

イミルカス率いるカルタゴ軍がアクラガスを占領し、シケリア全土に恐怖が広がる中、シラクサの民会でディオニュシオスが将軍たちの裏切りを激しく告発する。

§13.91.1Ἰμίλκας δὲ ὀκτὼ μῆνας πολιορκήσας τὴν πόλιν, καὶ μικρὸν πρὸ τῆς χειμερινῆς τροπῆς κυριεύσας αὐτῆς, οὐκ εὐθὺς κατέσκαψεν, ὅπως αἱ δυνάμεις ἐν ταῖς οἰκίαις παραχειμάσωσιν.
イミルカスは八ヶ月間その都市を包囲し、冬至の少し前にこれを占領したが、ただちには破壊しなかった。 軍勢が家々の中で冬を越せるようにするためである。
τῆς δὲ περὶ τὸν Ἀκράγαντα συμφορᾶς διαγγελθείσης, τοσοῦτος τὴν νῆσον κατέσχε φόβος, ὥστε τῶν Σικελιωτῶν τοὺς μὲν εἰς Συρακούσας μεθίστασθαι, τοὺς δὲ εἰς τὴν Ἰταλίαν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἀποσκευάζεσθαι.
アクラガスの惨状が報じられると、島中に非常に大きな恐怖が沸き起こり、シケリア人のある者たちはシラクサへと移住し、他の者たちは子供や妻、その他の財産をイタリアへと避難させるほどであった。
§13.91.2οἱ δὲ διαφυγόντες τὴν αἰχμαλωσίαν Ἀκραγαντῖνοι παραγενηθέντες εἰς Συρακούσας κατηγόρουν τῶν στρατηγῶν, φάσκοντες διὰ τὴν ἐκείνων προδοσίαν ἀπολωλέναι τὴν πατρίδα.
捕虜となるのを免れたアクラガス人たちは、シラクサに到着すると将軍たちを告発し、彼らの裏切りのために祖国が滅びたと主張した。
συνέβαινε δὲ καὶ ὑπὸ τῶν ἄλλων Σικελιωτῶν ἐπιτιμήσεως τυγχάνειν τοὺς Συρακοσίους, ὅτι τοιούτους προστάτας αἱροῦνται, διʼ οὓς ἀπολέσθαι κινδυνεύει πᾶσα Σικελία.
また、他のシケリア人たちからもシラクサ人が非難されることになったが、それは彼らが、その指導者のせいでシケリア全体が滅亡の危機に瀕するような者たちを選んでいるからであった。
§13.91.3οὐ μὴν ἀλλὰ συναχθείσης ἐκκλησίας ἐν Συρακούσαις, καὶ μεγάλων φόβων ἐπικρεμαμένων, οὐθεὶς ἐτόλμα περὶ τοῦ πολέμου συμβουλεύειν.
とはいえ、シラクサで民会が招集され、大きな恐怖が差し迫っている中で、戦争についてあえて助言しようとする者は誰もいなかった。
ἀπορουμένων δὲ πάντων παρελθὼν Διονύσιος ὁ Ἑρμοκράτους τῶν μὲν στρατηγῶν κατηγόρησεν ὡς προδιδόντων τὰ πράγματα τοῖς Καρχηδονίοις, τὰ δὲ πλήθη παρώξυνε πρὸς τὴν αὐτῶν τιμωρίαν, παρακαλῶν μὴ περιμεῖναι τὸν κατὰ τοὺς νόμους λῆρον, ἀλλʼ ἐκ χειρὸς ἐπιθεῖναι τὴν δίκην.
皆が途方に暮れているなか、ヘルモクラテスの子ディオニュシオスが進み出て、将軍たちがカルタゴ人に国事を売り渡していると告発し、彼らへの処罰を求めて民衆を扇動し、法律に従ったくだらない手続きを待つことなく、直ちに刑を執行するよう促した。
§13.91.4τῶν δʼ ἀρχόντων ζημιούντων τὸν Διονύσιον κατὰ τοὺς νόμους ὡς θορυβοῦντα, Φίλιστος ὁ τὰς ἱστορίας ὕστερον συγγράψας, οὐσίαν ἔχων μεγάλην, ἐξέτισε τὰ πρόστιμα, καὶ τῷ Διονυσίῳ παρεκελεύετο λέγειν ὅσα προῄρητο.
役人たちが騒動を引き起こしたとして法律に従ってディオニュシオスに罰金を科したのに対し、後に歴史を書いたフィリストスは、莫大な財産を持っていたため、その罰金を肩代わりして支払い、ディオニュシオスに自分が意図したことを何でも語るように勧めた。
καὶ προσεπειπόντος ὅτι καθʼ ὅλην τὴν ἡμέραν, ἂν ζημιοῦν θέλωσιν, ἐκτίσει τἀργύριον ὑπὲρ αὐτοῦ, τὸ λοιπὸν θαρρήσας ἀνέσειε τὰ πλήθη, καὶ τὴν ἐκκλησίαν συνταράττων διέβαλλε τοὺς στρατηγούς, ὅτι χρήμασι πεισθέντες ἐγκατέλιπον τὴν τῶν Ἀκραγαντίνων σωτηρίαν.
そして、もし彼らが一日中罰金を科そうとするなら、自分が彼に代わってその金を支払うと言い添えた。 そこでディオニュシオスは自信を得て民衆を煽り立て、民会を混乱させつつ、将軍たちが金で買収されてアクラガス人の救済を見捨てたと中傷した。
συγκατηγόρησε δὲ καὶ τῶν ἄλλων τῶν ἐπισημοτάτων πολιτῶν, συνιστὰς αὐτοὺς οἰκείους ὄντας ὀλιγαρχίας.
さらに、彼は他の最も著名な市民たちをも共同で告発し、彼らが寡頭制の同調者であると決めつけた。
§13.91.5διόπερ συνεβούλευεν αἱρεῖσθαι στρατηγοὺς μὴ τοὺς δυνατωτάτους, ἀλλὰ τοὺς εὐνουστάτους καὶ δημοτικοὺς μᾶλλον·
それゆえ、最も有力な者たちではなく、むしろ最も好意的な民衆派の者たちを将軍として選ぶよう勧めた。
ἐκείνους μὲν γὰρ δεσποτικῶς ἄρχοντας τῶν πολιτῶν καταφρονεῖν τῶν πολλῶν, καὶ τὰς τῆς πατρίδος συμφορὰς ἰδίας ἡγεῖσθαι προσόδους, τοὺς δὲ ταπεινοτέρους οὐδὲν πράξειν τῶν τοιούτων, δεδιότας τὴν περὶ αὑτοὺς ἀσθένειαν.
なぜなら、前者は支配者として市民を支配し、大衆を軽蔑し、祖国の災難を自らの私利私欲とみなす一方、より謙抑な者たちは、自らの弱さを恐れて、そのようなことは決して行わないからである。

語釈・文法注

  1. §13.91.4προσεπειπόντος — 主語が明示されていない独立属格分詞(単数属格)。文脈上、前文の主語であるフィリストス(Φίλιστος)を意味上の主語とする。
  2. §13.91.4ὡς θορυβοῦντα — 接続詞 ὡς を伴う対格分詞で、役人たち(ἀρχόντων)がディオニュシオスに罰金を科した「主観的な理由(〜という口実で、〜として)」を表す。
  3. §13.91.5ἐκείνους μὲν γὰρ δεσποτικῶς ἄρχοντας τῶν πολιτῶν καταφρονεῖν — 前文の動詞 συνεβούλευεν(勧告した)に呼応する、または間接話法として導かれる対格不定詞構文(accusativus cum infinitivo)。不定詞 καταφρονεῖν(および後続の ἡγεῖσθαι, πράξειν)の意味上の主語は対格の ἐκείνους(前者は)である。分詞 ἄρχοντας も対格で主語に呼応する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.91.1-13.91.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.91.1-13.91.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。